ΨΑΛΜΟΙ,
ψαλμὀς 5
1 εἰς τὸ τέλος ὑπὲρ τη̃ς κληρονομούσης ψαλμὸς τω̨̃ Δαυιδ |
2 τὰ ῥήματά μου ἐνώτισαι κύριε σύνες τη̃ς κραυγη̃ς μου |
3 πρόσχες τη̨̃ φωνη̨̃ τη̃ς δεήσεώς μου ὁ βασιλεύς μου καὶ ὁ θεός μου ὅτι πρὸς σὲ προσεύξομαι κύριε |
4 τὸ πρωὶ εἰσακούση̨ τη̃ς φωνη̃ς μου τὸ πρωὶ παραστήσομαί σοι καὶ ἐπόψομαι |
5 ὅτι οὐχὶ θεὸς θέλων ἀνομίαν σὺ εἰ̃ οὐδὲ παροικήσει σοι πονηρευόμενος |
6 οὐ διαμενου̃σιν παράνομοι κατέναντι τω̃ν ὀφθαλμω̃ν σου ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν |
7 ἀπολει̃ς πάντας τοὺς λαλου̃ντας τὸ ψευ̃δος ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται κύριος |
8 ἐγὼ δὲ ἐν τω̨̃ πλήθει του̃ ἐλέους σου εἰσελεύσομαι εἰς τὸν οἰ̃κόν σου προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβω̨ σου |
9 κύριε ὁδήγησόν με ἐν τη̨̃ δικαιοσύνη̨ σου ἕνεκα τω̃ν ἐχθρω̃ν μου κατεύθυνον ἐνώπιόν μου τὴν ὁδόν σου |
10 ὅτι οὐκ ἔστιν ἐν τω̨̃ στόματι αὐτω̃ν ἀλήθεια ἡ καρδία αὐτω̃ν ματαία τάφος ἀνεω̨γμένος ὁ λάρυγξ αὐτω̃ν ται̃ς γλώσσαις αὐτω̃ν ἐδολιου̃σαν |
11 κρι̃νον αὐτούς ὁ θεός ἀποπεσάτωσαν ἀπὸ τω̃ν διαβουλίων αὐτω̃ν κατὰ τὸ πλη̃θος τω̃ν ἀσεβειω̃ν αὐτω̃ν ἔξωσον αὐτούς ὅτι παρεπίκρανάν σε κύριε |
12 καὶ εὐφρανθήτωσαν πάντες οἱ ἐλπίζοντες ἐπὶ σέ εἰς αἰω̃να ἀγαλλιάσονται καὶ κατασκηνώσεις ἐν αὐτοι̃ς καὶ καυχήσονται ἐν σοὶ πάντες οἱ ἀγαπω̃ντες τὸ ὄνομά σου |
13 ὅτι σὺ εὐλογήσεις δίκαιον κύριε ὡς ὅπλω̨ εὐδοκίας ἐστεφάνωσας ἡμα̃ς |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.