ΨΑΛΜΟΙ,
ψαλμὀς 53
1 εἰς τὸ τέλος ἐν ὕμνοις συνέσεως τω̨̃ Δαυιδ |
2 ἐν τω̨̃ ἐλθει̃ν τοὺς Ζιφαίους καὶ εἰπει̃ν τω̨̃ σαουλ οὐκ ἰδοὺ Δαυιδ κέκρυπται παρ' ἡμι̃ν |
3 ὁ θεός ἐν τω̨̃ ὀνόματί σου σω̃σόν με καὶ ἐν τη̨̃ δυνάμει σου κρι̃νόν με |
4 ὁ θεός εἰσάκουσον τη̃ς προσευχη̃ς μου ἐνώτισαι τὰ ῥήματα του̃ στόματός μου |
5 ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπ' ἐμέ καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου οὐ προέθεντο τὸν θεὸν ἐνώπιον αὐτω̃ν διάψαλμα |
6 ἰδοὺ γὰρ ὁ θεὸς βοηθει̃ μοι καὶ ὁ κύριος ἀντιλήμπτωρ τη̃ς ψυχη̃ς μου |
7 ἀποστρέψει τὰ κακὰ τοι̃ς ἐχθροι̃ς μου ἐν τη̨̃ ἀληθεία̨ σου ἐξολέθρευσον αὐτούς |
8 ἑκουσίως θύσω σοι ἐξομολογήσομαι τω̨̃ ὀνόματί σου κύριε ὅτι ἀγαθόν |
9 ὅτι ἐκ πάσης θλίψεως ἐρρύσω με καὶ ἐν τοι̃ς ἐχθροι̃ς μου ἐπει̃δεν ὁ ὀφθαλμός μου |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.