Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 58

εἰς τὸ τέλος μὴ διαφθείρη̨ς τω̨̃ Δαυιδ εἰς στηλογραφίαν ὁπότε ἀπέστειλεν Σαουλ καὶ ἐφύλαξεν τὸν οἰ̃κον αὐτου̃ του̃ θανατω̃σαι αὐτόν
ἐξελου̃ με ἐκ τω̃ν ἐχθρω̃ν μου ὁ θεός καὶ ἐκ τω̃ν ἐπανιστανομένων ἐπ' ἐμὲ λύτρωσαί με
ῥυ̃σαί με ἐκ τω̃ν ἐργαζομένων τὴν ἀνομίαν καὶ ἐξ ἀνδρω̃ν αἱμάτων σω̃σόν με
ὅτι ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μου ἐπέθεντο ἐπ' ἐμὲ κραταιοί οὔτε ἡ ἀνομία μου οὔτε ἡ ἁμαρτία μου κύριε
ἄνευ ἀνομίας ἔδραμον καὶ κατεύθυναν ἐξεγέρθητι εἰς συνάντησίν μου καὶ ἰδέ
καὶ σύ κύριε ὁ θεὸς τω̃ν δυνάμεων ὁ θεὸς Ισραηλ πρόσχες του̃ ἐπισκέψασθαι πάντα τὰ ἔθνη μὴ οἰκτιρήση̨ς πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν διάψαλμα
ἐπιστρέψουσιν εἰς ἑσπέραν καὶ λιμώξουσιν ὡς κύων καὶ κυκλώσουσιν πόλιν
ἰδοὺ ἀποφθέγξονται ἐν τω̨̃ στόματι αὐτω̃ν καὶ ῥομφαία ἐν τοι̃ς χείλεσιν αὐτω̃ν ὅτι τίς ἤκουσεν
καὶ σύ κύριε ἐκγελάση̨ αὐτούς ἐξουδενώσεις πάντα τὰ ἔθνη
10 τὸ κράτος μου πρὸς σὲ φυλάξω ὅτι ὁ θεὸς ἀντιλήμπτωρ μου εἰ̃
11 ὁ θεός μου τὸ ἔλεος αὐτου̃ προφθάσει με ὁ θεὸς δείξει μοι ἐν τοι̃ς ἐχθροι̃ς μου
12 μὴ ἀποκτείνη̨ς αὐτούς μήποτε ἐπιλάθωνται του̃ λαου̃ μου διασκόρπισον αὐτοὺς ἐν τη̨̃ δυνάμει σου καὶ κατάγαγε αὐτούς ὁ ὑπερασπιστής μου κύριε
13 ἁμαρτίαν στόματος αὐτω̃ν λόγον χειλέων αὐτω̃ν καὶ συλλημφθήτωσαν ἐν τη̨̃ ὑπερηφανία̨ αὐτω̃ν καὶ ἐξ ἀρα̃ς καὶ ψεύδους διαγγελήσονται συντέλειαι
14 ἐν ὀργη̨̃ συντελείας καὶ οὐ μὴ ὑπάρξωσιν καὶ γνώσονται ὅτι ὁ θεὸς δεσπόζει του̃ Ιακωβ τω̃ν περάτων τη̃ς γη̃ς διάψαλμα
15 ἐπιστρέψουσιν εἰς ἑσπέραν καὶ λιμώξουσιν ὡς κύων καὶ κυκλώσουσιν πόλιν
16 αὐτοὶ διασκορπισθήσονται του̃ φαγει̃ν ἐὰν δὲ μὴ χορτασθω̃σιν καὶ γογγύσουσιν
17 ἐγὼ δὲ ἄ̨σομαι τη̨̃ δυνάμει σου καὶ ἀγαλλιάσομαι τὸ πρωὶ τὸ ἔλεός σου ὅτι ἐγενήθης ἀντιλήμπτωρ μου καὶ καταφυγὴ ἐν ἡμέρα̨ θλίψεώς μου
18 βοηθός μου σοὶ ψαλω̃ ὅτι ὁ θεός ἀντιλήμπτωρ μου εἰ̃ ὁ θεός μου τὸ ἔλεός μου
Читать далее:ΨΑΛΜΟΙ, ψαλμὀς 59
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).