Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 59

εἰς τὸ τέλος τοι̃ς ἀλλοιωθησομένοις ἔτι εἰς στηλογραφίαν τω̨̃ Δαυιδ εἰς διδαχήν
ὁπότε ἐνεπύρισεν τὴν Μεσοποταμίαν Συρίας καὶ τὴν Συρίαν Σωβα καὶ ἐπέστρεψεν Ιωαβ καὶ ἐπάταξεν τὴν φάραγγα τω̃ν ἁλω̃ν δώδεκα χιλιάδας
ὁ θεός ἀπώσω ἡμα̃ς καὶ καθει̃λες ἡμα̃ς ὠργίσθης καὶ οἰκτίρησας ἡμα̃ς
συνέσεισας τὴν γη̃ν καὶ συνετάραξας αὐτήν ἴασαι τὰ συντρίμματα αὐτη̃ς ὅτι ἐσαλεύθη
ἔδειξας τω̨̃ λαω̨̃ σου σκληρά ἐπότισας ἡμα̃ς οἰ̃νον κατανύξεως
ἔδωκας τοι̃ς φοβουμένοις σε σημείωσιν του̃ φυγει̃ν ἀπὸ προσώπου τόξου διάψαλμα
ὅπως ἂν ῥυσθω̃σιν οἱ ἀγαπητοί σου σω̃σον τη̨̃ δεξια̨̃ σου καὶ ἐπάκουσόν μου
ὁ θεὸς ἐλάλησεν ἐν τω̨̃ ἁγίω̨ αὐτου̃ ἀγαλλιάσομαι καὶ διαμεριω̃ Σικιμα καὶ τὴν κοιλάδα τω̃ν σκηνω̃ν διαμετρήσω
ἐμός ἐστιν Γαλααδ καὶ ἐμός ἐστιν Μανασση καὶ Εφραιμ κραταίωσις τη̃ς κεφαλη̃ς μου Ιουδας βασιλεύς μου
10 Μωαβ λέβης τη̃ς ἐλπίδος μου ἐπὶ τὴν Ιδουμαίαν ἐκτενω̃ τὸ ὑπόδημά μου ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν
11 τίς ἀπάξει με εἰς πόλιν περιοχη̃ς τίς ὁδηγήσει με ἕως τη̃ς Ιδουμαίας
12 οὐχὶ σύ ὁ θεός ὁ ἀπωσάμενος ἡμα̃ς καὶ οὐκ ἐξελεύση̨ ὁ θεός ἐν ται̃ς δυνάμεσιν ἡμω̃ν
13 δὸς ἡμι̃ν βοήθειαν ἐκ θλίψεως καὶ ματαία σωτηρία ἀνθρώπου
14 ἐν δὲ τω̨̃ θεω̨̃ ποιήσομεν δύναμιν καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμα̃ς
Читать далее:ΨΑΛΜΟΙ, ψαλμὀς 60
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).