ΨΑΛΜΟΙ,
ψαλμὀς 62
1 ψαλμὸς τω̨̃ Δαυιδ ἐν τω̨̃ εἰ̃ναι αὐτὸν ἐν τη̨̃ ἐρήμω̨ τη̃ς Ιουδαίας |
2 ὁ θεὸς ὁ θεός μου πρὸς σὲ ὀρθρίζω ἐδίψησέν σοι ἡ ψυχή μου ποσαπλω̃ς σοι ἡ σάρξ μου ἐν γη̨̃ ἐρήμω̨ καὶ ἀβάτω̨ καὶ ἀνύδρω̨ |
3 οὕτως ἐν τω̨̃ ἁγίω̨ ὤφθην σοι του̃ ἰδει̃ν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου |
4 ὅτι κρει̃σσον τὸ ἔλεός σου ὑπὲρ ζωάς τὰ χείλη μου ἐπαινέσουσίν σε |
5 οὕτως εὐλογήσω σε ἐν τη̨̃ ζωη̨̃ μου ἐν τω̨̃ ὀνόματί σου ἀρω̃ τὰς χει̃ράς μου |
6 ὡσεὶ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου |
7 εἰ ἐμνημόνευόν σου ἐπὶ τη̃ς στρωμνη̃ς μου ἐν τοι̃ς ὄρθροις ἐμελέτων εἰς σέ |
8 ὅτι ἐγενήθης βοηθός μου καὶ ἐν τη̨̃ σκέπη̨ τω̃ν πτερύγων σου ἀγαλλιάσομαι |
9 ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου ἐμου̃ ἀντελάβετο ἡ δεξιά σου |
10 αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου εἰσελεύσονται εἰς τὰ κατώτατα τη̃ς γη̃ς |
11 παραδοθήσονται εἰς χει̃ρας ῥομφαίας μερίδες ἀλωπέκων ἔσονται |
12 ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τω̨̃ θεω̨̃ ἐπαινεσθήσεται πα̃ς ὁ ὀμνύων ἐν αὐτω̨̃ ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.