1 τω̨̃ Δαυιδ υἱω̃ν Ιωναδαβ καὶ τω̃ν πρώτων αἰχμαλωτισθέντων ὁ θεός ἐπὶ σοὶ ἤλπισα μὴ καταισχυνθείην εἰς τὸν αἰω̃να |
2 ἐν τη̨̃ δικαιοσύνη̨ σου ῥυ̃σαί με καὶ ἐξελου̃ με κλι̃νον πρός με τὸ οὐ̃ς σου καὶ σω̃σόν με |
3 γενου̃ μοι εἰς θεὸν ὑπερασπιστὴν καὶ εἰς τόπον ὀχυρὸν του̃ σω̃σαί με ὅτι στερέωμά μου καὶ καταφυγή μου εἰ̃ σύ |
4 ὁ θεός μου ῥυ̃σαί με ἐκ χειρὸς ἁμαρτωλου̃ ἐκ χειρὸς παρανομου̃ντος καὶ ἀδικου̃ντος |
5 ὅτι σὺ εἰ̃ ἡ ὑπομονή μου κύριε κύριος ἡ ἐλπίς μου ἐκ νεότητός μου |
6 ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρός ἐκ κοιλίας μητρός μου σύ μου εἰ̃ σκεπαστής ἐν σοὶ ἡ ὕμνησίς μου διὰ παντός |
7 ὡσεὶ τέρας ἐγενήθην τοι̃ς πολλοι̃ς καὶ σὺ βοηθὸς κραταιός |
8 πληρωθήτω τὸ στόμα μου αἰνέσεως ὅπως ὑμνήσω τὴν δόξαν σου ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου |
9 μὴ ἀπορρίψη̨ς με εἰς καιρὸν γήρους ἐν τω̨̃ ἐκλείπειν τὴν ἰσχύν μου μὴ ἐγκαταλίπη̨ς με |
10 ὅτι εἰ̃παν οἱ ἐχθροί μου ἐμοὶ καὶ οἱ φυλάσσοντες τὴν ψυχήν μου ἐβουλεύσαντο ἐπὶ τὸ αὐτὸ |
11 λέγοντες ὁ θεὸς ἐγκατέλιπεν αὐτόν καταδιώξατε καὶ καταλάβετε αὐτόν ὅτι οὐκ ἔστιν ὁ ῥυόμενος |
12 ὁ θεός μὴ μακρύνη̨ς ἀπ' ἐμου̃ ὁ θεός μου εἰς τὴν βοήθειάν μου πρόσχες |
13 αἰσχυνθήτωσαν καὶ ἐκλιπέτωσαν οἱ ἐνδιαβάλλοντες τὴν ψυχήν μου περιβαλέσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ ζητου̃ντες τὰ κακά μοι |
14 ἐγὼ δὲ διὰ παντὸς ἐλπιω̃ καὶ προσθήσω ἐπὶ πα̃σαν τὴν αἴνεσίν σου |
15 τὸ στόμα μου ἐξαγγελει̃ τὴν δικαιοσύνην σου ὅλην τὴν ἡμέραν τὴν σωτηρίαν σου ὅτι οὐκ ἔγνων γραμματείας |
16 εἰσελεύσομαι ἐν δυναστεία̨ κυρίου κύριε μνησθήσομαι τη̃ς δικαιοσύνης σου μόνου |
17 ἐδίδαξάς με ὁ θεός ἐκ νεότητός μου καὶ μέχρι νυ̃ν ἀπαγγελω̃ τὰ θαυμάσιά σου |
18 καὶ ἕως γήρους καὶ πρεσβείου ὁ θεός μὴ ἐγκαταλίπη̨ς με ἕως ἂν ἀπαγγείλω τὸν βραχίονά σου πάση̨ τη̨̃ γενεα̨̃ τη̨̃ ἐρχομένη̨ τὴν δυναστείαν σου καὶ τὴν δικαιοσύνην σου |
19 ὁ θεός ἕως ὑψίστων ἃ ἐποίησας μεγαλει̃α ὁ θεός τίς ὅμοιός σοι |
20 ὅσας ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακάς καὶ ἐπιστρέψας ἐζωοποίησάς με καὶ ἐκ τω̃ν ἀβύσσων τη̃ς γη̃ς πάλιν ἀνήγαγές με |
21 ἐπλεόνασας τὴν μεγαλοσύνην σου καὶ ἐπιστρέψας παρεκάλεσάς με καὶ ἐκ τω̃ν ἀβύσσων τη̃ς γη̃ς πάλιν ἀνήγαγές με |
22 καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν σκεύει ψαλμου̃ τὴν ἀλήθειάν σου ὁ θεός ψαλω̃ σοι ἐν κιθάρα̨ ὁ ἅγιος του̃ Ισραηλ |
23 ἀγαλλιάσονται τὰ χείλη μου ὅταν ψάλω σοι καὶ ἡ ψυχή μου ἣν ἐλυτρώσω |
24 ἔτι δὲ καὶ ἡ γλω̃σσά μου ὅλην τὴν ἡμέραν μελετήσει τὴν δικαιοσύνην σου ὅταν αἰσχυνθω̃σιν καὶ ἐντραπω̃σιν οἱ ζητου̃ντες τὰ κακά μοι |