ΨΑΛΜΟΙ,
ψαλμὀς 71
1 εἰς Σαλωμων ὁ θεός τὸ κρίμα σου τω̨̃ βασιλει̃ δὸς καὶ τὴν δικαιοσύνην σου τω̨̃ υἱω̨̃ του̃ βασιλέως |
2 κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνη̨ καὶ τοὺς πτωχούς σου ἐν κρίσει |
3 ἀναλαβέτω τὰ ὄρη εἰρήνην τω̨̃ λαω̨̃ σου καὶ οἱ βουνοὶ ἐν δικαιοσύνη̨ |
4 κρινει̃ τοὺς πτωχοὺς του̃ λαου̃ καὶ σώσει τοὺς υἱοὺς τω̃ν πενήτων καὶ ταπεινώσει συκοφάντην |
5 καὶ συμπαραμενει̃ τω̨̃ ἡλίω̨ καὶ πρὸ τη̃ς σελήνης γενεὰς γενεω̃ν |
6 καὶ καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον καὶ ὡσεὶ σταγόνες στάζουσαι ἐπὶ τὴν γη̃ν |
7 ἀνατελει̃ ἐν ται̃ς ἡμέραις αὐτου̃ δικαιοσύνη καὶ πλη̃θος εἰρήνης ἕως οὑ̃ ἀνταναιρεθη̨̃ ἡ σελήνη |
8 καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμου̃ ἕως περάτων τη̃ς οἰκουμένης |
9 ἐνώπιον αὐτου̃ προπεσου̃νται Αἰθίοπες καὶ οἱ ἐχθροὶ αὐτου̃ χου̃ν λείξουσιν |
10 βασιλει̃ς Θαρσις καὶ αἱ νη̃σοι δω̃ρα προσοίσουσιν βασιλει̃ς 'Αράβων καὶ Σαβα δω̃ρα προσάξουσιν |
11 καὶ προσκυνήσουσιν αὐτω̨̃ πάντες οἱ βασιλει̃ς πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτω̨̃ |
12 ὅτι ἐρρύσατο πτωχὸν ἐκ χειρὸς δυνάστου καὶ πένητα ὡ̨̃ οὐχ ὑπη̃ρχεν βοηθός |
13 φείσεται πτωχου̃ καὶ πένητος καὶ ψυχὰς πενήτων σώσει |
14 ἐκ τόκου καὶ ἐξ ἀδικίας λυτρώσεται τὰς ψυχὰς αὐτω̃ν καὶ ἔντιμον τὸ ὄνομα αὐτω̃ν ἐνώπιον αὐτου̃ |
15 καὶ ζήσεται καὶ δοθήσεται αὐτω̨̃ ἐκ του̃ χρυσίου τη̃ς 'Αραβίας καὶ προσεύξονται περὶ αὐτου̃ διὰ παντός ὅλην τὴν ἡμέραν εὐλογήσουσιν αὐτόν |
16 ἔσται στήριγμα ἐν τη̨̃ γη̨̃ ἐπ' ἄκρων τω̃ν ὀρέων ὑπεραρθήσεται ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτου̃ καὶ ἐξανθήσουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τη̃ς γη̃ς |
17 ἔστω τὸ ὄνομα αὐτου̃ εὐλογημένον εἰς τοὺς αἰω̃νας πρὸ του̃ ἡλίου διαμενει̃ τὸ ὄνομα αὐτου̃ καὶ εὐλογηθήσονται ἐν αὐτω̨̃ πα̃σαι αἱ φυλαὶ τη̃ς γη̃ς πάντα τὰ ἔθνη μακαριου̃σιν αὐτόν |
18 εὐλογητὸς κύριος ὁ θεὸς ὁ θεὸς Ισραηλ ὁ ποιω̃ν θαυμάσια μόνος |
19 καὶ εὐλογητὸν τὸ ὄνομα τη̃ς δόξης αὐτου̃ εἰς τὸν αἰω̃να καὶ εἰς τὸν αἰω̃να του̃ αἰω̃νος καὶ πληρωθήσεται τη̃ς δόξης αὐτου̃ πα̃σα ἡ γη̃ γένοιτο γένοιτο |
20 ἐξέλιπον οἱ ὕμνοι Δαυιδ του̃ υἱου̃ Ιεσσαι |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.