Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 72

ψαλμὸς τω̨̃ Ασαφ ὡς ἀγαθὸς τω̨̃ Ισραηλ ὁ θεός τοι̃ς εὐθέσι τη̨̃ καρδία̨
ἐμου̃ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου
ὅτι ἐζήλωσα ἐπὶ τοι̃ς ἀνόμοις εἰρήνην ἁμαρτωλω̃ν θεωρω̃ν
ὅτι οὐκ ἔστιν ἀνάνευσις τω̨̃ θανάτω̨ αὐτω̃ν καὶ στερέωμα ἐν τη̨̃ μάστιγι αὐτω̃ν
ἐν κόποις ἀνθρώπων οὐκ εἰσὶν καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται
διὰ του̃το ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν αὐτω̃ν
ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτω̃ν διήλθοσαν εἰς διάθεσιν καρδίας
διενοήθησαν καὶ ἐλάλησαν ἐν πονηρία̨ ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν
ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτω̃ν καὶ ἡ γλω̃σσα αὐτω̃ν διη̃λθεν ἐπὶ τη̃ς γη̃ς
10 διὰ του̃το ἐπιστρέψει ὁ λαός μου ἐνταυ̃θα καὶ ἡμέραι πλήρεις εὑρεθήσονται αὐτοι̃ς
11 καὶ εἰ̃παν πω̃ς ἔγνω ὁ θεός καὶ εἰ ἔστιν γνω̃σις ἐν τω̨̃ ὑψίστω̨
12 ἰδοὺ οὑ̃τοι ἁμαρτωλοὶ καὶ εὐθηνου̃νται εἰς τὸν αἰω̃να κατέσχον πλούτου
13 καὶ εἰ̃πα ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου καὶ ἐνιψάμην ἐν ἀθώ̨οις τὰς χει̃ράς μου
14 καὶ ἐγενόμην μεμαστιγωμένος ὅλην τὴν ἡμέραν καὶ ὁ ἔλεγχός μου εἰς τὰς πρωίας
15 εἰ ἔλεγον διηγήσομαι οὕτως ἰδοὺ τη̨̃ γενεα̨̃ τω̃ν υἱω̃ν σου ἠσυνθέτηκα
16 καὶ ὑπέλαβον του̃ γνω̃ναι του̃το κόπος ἐστὶν ἐναντίον μου
17 ἕως εἰσέλθω εἰς τὸ ἁγιαστήριον του̃ θεου̃ καὶ συνω̃ εἰς τὰ ἔσχατα αὐτω̃ν
18 πλὴν διὰ τὰς δολιότητας ἔθου αὐτοι̃ς κατέβαλες αὐτοὺς ἐν τω̨̃ ἐπαρθη̃ναι
19 πω̃ς ἐγένοντο εἰς ἐρήμωσιν ἐξάπινα ἐξέλιπον ἀπώλοντο διὰ τὴν ἀνομίαν αὐτω̃ν
20 ὡσεὶ ἐνύπνιον ἐξεγειρομένου κύριε ἐν τη̨̃ πόλει σου τὴν εἰκόνα αὐτω̃ν ἐξουδενώσεις
21 ὅτι ἐξεκαύθη ἡ καρδία μου καὶ οἱ νεφροί μου ἠλλοιώθησαν
22 καὶ ἐγὼ ἐξουδενωμένος καὶ οὐκ ἔγνων κτηνώδης ἐγενόμην παρὰ σοί
23 καὶ ἐγὼ διὰ παντὸς μετὰ σου̃ ἐκράτησας τη̃ς χειρὸς τη̃ς δεξια̃ς μου
24 ἐν τη̨̃ βουλη̨̃ σου ὡδήγησάς με καὶ μετὰ δόξης προσελάβου με
25 τί γάρ μοι ὑπάρχει ἐν τω̨̃ οὐρανω̨̃ καὶ παρὰ σου̃ τί ἠθέλησα ἐπὶ τη̃ς γη̃ς
26 ἐξέλιπεν ἡ καρδία μου καὶ ἡ σάρξ μου ὁ θεὸς τη̃ς καρδίας μου καὶ ἡ μερίς μου ὁ θεὸς εἰς τὸν αἰω̃να
27 ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σου̃ ἀπολου̃νται ἐξωλέθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σου̃
28 ἐμοὶ δὲ τὸ προσκολλα̃σθαι τω̨̃ θεω̨̃ ἀγαθόν ἐστιν τίθεσθαι ἐν τω̨̃ κυρίω̨ τὴν ἐλπίδα μου του̃ ἐξαγγει̃λαι πάσας τὰς αἰνέσεις σου ἐν ται̃ς πύλαις τη̃ς θυγατρὸς Σιων

ΨΑΛΜΟΙ, ψαλμὀς 73

συνέσεως τω̨̃ Ασαφ ἵνα τί ἀπώσω ὁ θεός εἰς τέλος ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομη̃ς σου
μνήσθητι τη̃ς συναγωγη̃ς σου ἡ̃ς ἐκτήσω ἀπ' ἀρχη̃ς ἐλυτρώσω ῥάβδον κληρονομίας σου ὄρος Σιων του̃το ὃ κατεσκήνωσας ἐν αὐτω̨̃
ἔπαρον τὰς χει̃ράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτω̃ν εἰς τέλος ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τοι̃ς ἁγίοις σου
καὶ ἐνεκαυχήσαντο οἱ μισου̃ντές σε ἐν μέσω̨ τη̃ς ἑορτη̃ς σου ἔθεντο τὰ σημει̃α αὐτω̃ν σημει̃α καὶ οὐκ ἔγνωσαν
ὡς εἰς τὴν εἴσοδον ὑπεράνω
ὡς ἐν δρυμω̨̃ ξύλων ἀξίναις ἐξέκοψαν τὰς θύρας αὐτη̃ς ἐπὶ τὸ αὐτὸ ἐν πελέκει καὶ λαξευτηρίω̨ κατέρραξαν αὐτήν
ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου εἰς τὴν γη̃ν ἐβεβήλωσαν τὸ σκήνωμα του̃ ὀνόματός σου
εἰ̃παν ἐν τη̨̃ καρδία̨ αὐτω̃ν ἡ συγγένεια αὐτω̃ν ἐπὶ τὸ αὐτό δευ̃τε καὶ κατακαύσωμεν πάσας τὰς ἑορτὰς του̃ θεου̃ ἀπὸ τη̃ς γη̃ς
τὰ σημει̃α ἡμω̃ν οὐκ εἴδομεν οὐκ ἔστιν ἔτι προφήτης καὶ ἡμα̃ς οὐ γνώσεται ἔτι
10 ἕως πότε ὁ θεός ὀνειδιει̃ ὁ ἐχθρός παροξυνει̃ ὁ ὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος
11 ἵνα τί ἀποστρέφεις τὴν χει̃ρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου του̃ κόλπου σου εἰς τέλος
12 ὁ δὲ θεὸς βασιλεὺς ἡμω̃ν πρὸ αἰω̃νος εἰργάσατο σωτηρίαν ἐν μέσω̨ τη̃ς γη̃ς
13 σὺ ἐκραταίωσας ἐν τη̨̃ δυνάμει σου τὴν θάλασσαν σὺ συνέτριψας τὰς κεφαλὰς τω̃ν δρακόντων ἐπὶ του̃ ὕδατος
14 σὺ συνέθλασας τὰς κεφαλὰς του̃ δράκοντος ἔδωκας αὐτὸν βρω̃μα λαοι̃ς τοι̃ς Αἰθίοψιν
15 σὺ διέρρηξας πηγὰς καὶ χειμάρρους σὺ ἐξήρανας ποταμοὺς Ηθαμ
16 σή ἐστιν ἡ ἡμέρα καὶ σή ἐστιν ἡ νύξ σὺ κατηρτίσω φαυ̃σιν καὶ ἥλιον
17 σὺ ἐποίησας πάντα τὰ ὅρια τη̃ς γη̃ς θέρος καὶ ἔαρ σὺ ἔπλασας αὐτά
18 μνήσθητι ταύτης ἐχθρὸς ὠνείδισεν τὸν κύριον καὶ λαὸς ἄφρων παρώξυνεν τὸ ὄνομά σου
19 μὴ παραδω̨̃ς τοι̃ς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι τω̃ν ψυχω̃ν τω̃ν πενήτων σου μὴ ἐπιλάθη̨ εἰς τέλος
20 ἐπίβλεψον εἰς τὴν διαθήκην σου ὅτι ἐπληρώθησαν οἱ ἐσκοτισμένοι τη̃ς γη̃ς οἴκων ἀνομιω̃ν
21 μὴ ἀποστραφήτω τεταπεινωμένος κατη̨σχυμμένος πτωχὸς καὶ πένης αἰνέσουσιν τὸ ὄνομά σου
22 ἀνάστα ὁ θεός δίκασον τὴν δίκην σου μνήσθητι τω̃ν ὀνειδισμω̃ν σου τω̃ν ὑπὸ ἄφρονος ὅλην τὴν ἡμέραν
23 μὴ ἐπιλάθη̨ τη̃ς φωνη̃ς τω̃ν ἱκετω̃ν σου ἡ ὑπερηφανία τω̃ν μισούντων σε ἀνέβη διὰ παντὸς πρὸς σέ

ΨΑΛΜΟΙ, ψαλμὀς 74

εἰς τὸ τέλος μὴ διαφθείρη̨ς ψαλμὸς τω̨̃ Ασαφ ὠ̨δη̃ς
ἐξομολογησόμεθά σοι ὁ θεός ἐξομολογησόμεθα καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου
διηγήσομαι πάντα τὰ θαυμάσιά σου ὅταν λάβω καιρόν ἐγὼ εὐθύτητας κρινω̃
ἐτάκη ἡ γη̃ καὶ πάντες οἱ κατοικου̃ντες ἐν αὐτη̨̃ ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτη̃ς διάψαλμα
εἰ̃πα τοι̃ς παρανομου̃σιν μὴ παρανομει̃τε καὶ τοι̃ς ἁμαρτάνουσιν μὴ ὑψου̃τε κέρας
μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμω̃ν μὴ λαλει̃τε κατὰ του̃ θεου̃ ἀδικίαν
ὅτι οὔτε ἀπὸ ἐξόδων οὔτε ἀπὸ δυσμω̃ν οὔτε ἀπὸ ἐρήμων ὀρέων
ὅτι ὁ θεὸς κριτής ἐστιν του̃τον ταπεινοι̃ καὶ του̃τον ὑψοι̃
ὅτι ποτήριον ἐν χειρὶ κυρίου οἴνου ἀκράτου πλη̃ρες κεράσματος καὶ ἔκλινεν ἐκ τούτου εἰς του̃το πλὴν ὁ τρυγίας αὐτου̃ οὐκ ἐξεκενώθη πίονται πάντες οἱ ἁμαρτωλοὶ τη̃ς γη̃ς
10 ἐγὼ δὲ ἀγαλλιάσομαι εἰς τὸν αἰω̃να ψαλω̃ τω̨̃ θεω̨̃ Ιακωβ
11 καὶ πάντα τὰ κέρατα τω̃ν ἁμαρτωλω̃ν συγκλάσω καὶ ὑψωθήσεται τὰ κέρατα του̃ δικαίου

ΨΑΛΜΟΙ, ψαλμὀς 75

εἰς τὸ τέλος ἐν ὕμνοις ψαλμὸς τω̨̃ Ασαφ ὠ̨δὴ πρὸς τὸν 'Ασσύριον
γνωστὸς ἐν τη̨̃ Ιουδαία̨ ὁ θεός ἐν τω̨̃ Ισραηλ μέγα τὸ ὄνομα αὐτου̃
καὶ ἐγενήθη ἐν εἰρήνη̨ ὁ τόπος αὐτου̃ καὶ τὸ κατοικητήριον αὐτου̃ ἐν Σιων
ἐκει̃ συνέτριψεν τὰ κράτη τω̃ν τόξων ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον διάψαλμα
φωτίζεις σὺ θαυμαστω̃ς ἀπὸ ὀρέων αἰωνίων
ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τη̨̃ καρδία̨ ὕπνωσαν ὕπνον αὐτω̃ν καὶ οὐχ εὑ̃ρον οὐδὲν πάντες οἱ ἄνδρες του̃ πλούτου ται̃ς χερσὶν αὐτω̃ν
ἀπὸ ἐπιτιμήσεώς σου ὁ θεὸς Ιακωβ ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοὺς ἵππους
σὺ φοβερὸς εἰ̃ καὶ τίς ἀντιστήσεταί σοι ἀπὸ τότε ἡ ὀργή σου
ἐκ του̃ οὐρανου̃ ἠκούτισας κρίσιν γη̃ ἐφοβήθη καὶ ἡσύχασεν
10 ἐν τω̨̃ ἀναστη̃ναι εἰς κρίσιν τὸν θεὸν του̃ σω̃σαι πάντας τοὺς πραει̃ς τη̃ς γη̃ς διάψαλμα
11 ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι
12 εὔξασθε καὶ ἀπόδοτε κυρίω̨ τω̨̃ θεω̨̃ ὑμω̃ν πάντες οἱ κύκλω̨ αὐτου̃ οἴσουσιν δω̃ρα
13 τω̨̃ φοβερω̨̃ καὶ ἀφαιρουμένω̨ πνεύματα ἀρχόντων φοβερω̨̃ παρὰ τοι̃ς βασιλευ̃σι τη̃ς γη̃ς

ΨΑΛΜΟΙ, ψαλμὀς 76

εἰς τὸ τέλος ὑπὲρ Ιδιθουν τω̨̃ Ασαφ ψαλμός
φωνη̨̃ μου πρὸς κύριον ἐκέκραξα φωνη̨̃ μου πρὸς τὸν θεόν καὶ προσέσχεν μοι
ἐν ἡμέρα̨ θλίψεώς μου τὸν θεὸν ἐξεζήτησα ται̃ς χερσίν μου νυκτὸς ἐναντίον αὐτου̃ καὶ οὐκ ἠπατήθην ἀπηνήνατο παρακληθη̃ναι ἡ ψυχή μου
ἐμνήσθην του̃ θεου̃ καὶ εὐφράνθην ἠδολέσχησα καὶ ὠλιγοψύχησεν τὸ πνευ̃μά μου διάψαλμα
προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου ἐταράχθην καὶ οὐκ ἐλάλησα
διελογισάμην ἡμέρας ἀρχαίας καὶ ἔτη αἰώνια ἐμνήσθην καὶ ἐμελέτησα
νυκτὸς μετὰ τη̃ς καρδίας μου ἠδολέσχουν καὶ ἔσκαλλεν τὸ πνευ̃μά μου
μὴ εἰς τοὺς αἰω̃νας ἀπώσεται κύριος καὶ οὐ προσθήσει του̃ εὐδοκη̃σαι ἔτι
ἢ εἰς τέλος τὸ ἔλεος αὐτου̃ ἀποκόψει ἀπὸ γενεα̃ς εἰς γενεάν
10 ἢ ἐπιλήσεται του̃ οἰκτιρη̃σαι ὁ θεὸς ἢ συνέξει ἐν τη̨̃ ὀργη̨̃ αὐτου̃ τοὺς οἰκτιρμοὺς αὐτου̃ διάψαλμα
11 καὶ εἰ̃πα νυ̃ν ἠρξάμην αὕτη ἡ ἀλλοίωσις τη̃ς δεξια̃ς του̃ ὑψίστου
12 ἐμνήσθην τω̃ν ἔργων κυρίου ὅτι μνησθήσομαι ἀπὸ τη̃ς ἀρχη̃ς τω̃ν θαυμασίων σου
13 καὶ μελετήσω ἐν πα̃σιν τοι̃ς ἔργοις σου καὶ ἐν τοι̃ς ἐπιτηδεύμασίν σου ἀδολεσχήσω
14 ὁ θεός ἐν τω̨̃ ἁγίω̨ ἡ ὁδός σου τίς θεὸς μέγας ὡς ὁ θεὸς ἡμω̃ν
15 σὺ εἰ̃ ὁ θεὸς ὁ ποιω̃ν θαυμάσια ἐγνώρισας ἐν τοι̃ς λαοι̃ς τὴν δύναμίν σου
16 ἐλυτρώσω ἐν τω̨̃ βραχίονί σου τὸν λαόν σου τοὺς υἱοὺς Ιακωβ καὶ Ιωσηφ διάψαλμα
17 εἴδοσάν σε ὕδατα ὁ θεός εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν καὶ ἐταράχθησαν ἄβυσσοι πλη̃θος ἤχους ὑδάτων
18 φωνὴν ἔδωκαν αἱ νεφέλαι καὶ γὰρ τὰ βέλη σου διαπορεύονται
19 φωνὴ τη̃ς βροντη̃ς σου ἐν τω̨̃ τροχω̨̃ ἔφαναν αἱ ἀστραπαί σου τη̨̃ οἰκουμένη̨ ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γη̃
20 ἐν τη̨̃ θαλάσση̨ ἡ ὁδός σου καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοι̃ς καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται
21 ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου ἐν χειρὶ Μωυση̃ καὶ Ααρων

ΨΑΛΜΟΙ, ψαλμὀς 77

συνέσεως τω̨̃ Ασαφ προσέχετε λαός μου τὸν νόμον μου κλίνατε τὸ οὐ̃ς ὑμω̃ν εἰς τὰ ῥήματα του̃ στόματός μου
ἀνοίξω ἐν παραβολαι̃ς τὸ στόμα μου φθέγξομαι προβλήματα ἀπ' ἀρχη̃ς
ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν αὐτὰ καὶ οἱ πατέρες ἡμω̃ν διηγήσαντο ἡμι̃ν
οὐκ ἐκρύβη ἀπὸ τω̃ν τέκνων αὐτω̃ν εἰς γενεὰν ἑτέραν ἀπαγγέλλοντες τὰς αἰνέσεις του̃ κυρίου καὶ τὰς δυναστείας αὐτου̃ καὶ τὰ θαυμάσια αὐτου̃ ἃ ἐποίησεν
καὶ ἀνέστησεν μαρτύριον ἐν Ιακωβ καὶ νόμον ἔθετο ἐν Ισραηλ ὅσα ἐνετείλατο τοι̃ς πατράσιν ἡμω̃ν του̃ γνωρίσαι αὐτὰ τοι̃ς υἱοι̃ς αὐτω̃ν
ὅπως ἂν γνω̨̃ γενεὰ ἑτέρα υἱοὶ οἱ τεχθησόμενοι καὶ ἀναστήσονται καὶ ἀπαγγελου̃σιν αὐτὰ τοι̃ς υἱοι̃ς αὐτω̃ν
ἵνα θω̃νται ἐπὶ τὸν θεὸν τὴν ἐλπίδα αὐτω̃ν καὶ μὴ ἐπιλάθωνται τω̃ν ἔργων του̃ θεου̃ καὶ τὰς ἐντολὰς αὐτου̃ ἐκζητήσουσιν
ἵνα μὴ γένωνται ὡς οἱ πατέρες αὐτω̃ν γενεὰ σκολιὰ καὶ παραπικραίνουσα γενεά ἥτις οὐ κατηύθυνεν τὴν καρδίαν αὐτη̃ς καὶ οὐκ ἐπιστώθη μετὰ του̃ θεου̃ τὸ πνευ̃μα αὐτη̃ς
υἱοὶ Εφραιμ ἐντείνοντες καὶ βάλλοντες τόξοις ἐστράφησαν ἐν ἡμέρα̨ πολέμου
10 οὐκ ἐφύλαξαν τὴν διαθήκην του̃ θεου̃ καὶ ἐν τω̨̃ νόμω̨ αὐτου̃ οὐκ ἤθελον πορεύεσθαι
11 καὶ ἐπελάθοντο τω̃ν εὐεργεσιω̃ν αὐτου̃ καὶ τω̃ν θαυμασίων αὐτου̃ ὡ̃ν ἔδειξεν αὐτοι̃ς
12 ἐναντίον τω̃ν πατέρων αὐτω̃ν ἃ ἐποίησεν θαυμάσια ἐν γη̨̃ Αἰγύπτω̨ ἐν πεδίω̨ Τάνεως
13 διέρρηξεν θάλασσαν καὶ διήγαγεν αὐτούς ἔστησεν ὕδατα ὡσεὶ ἀσκὸν
14 καὶ ὡδήγησεν αὐτοὺς ἐν νεφέλη̨ ἡμέρας καὶ ὅλην τὴν νύκτα ἐν φωτισμω̨̃ πυρός
15 διέρρηξεν πέτραν ἐν ἐρήμω̨ καὶ ἐπότισεν αὐτοὺς ὡς ἐν ἀβύσσω̨ πολλη̨̃
16 καὶ ἐξήγαγεν ὕδωρ ἐκ πέτρας καὶ κατήγαγεν ὡς ποταμοὺς ὕδατα
17 καὶ προσέθεντο ἔτι του̃ ἁμαρτάνειν αὐτω̨̃ παρεπίκραναν τὸν ὕψιστον ἐν ἀνύδρω̨
18 καὶ ἐξεπείρασαν τὸν θεὸν ἐν ται̃ς καρδίαις αὐτω̃ν του̃ αἰτη̃σαι βρώματα ται̃ς ψυχαι̃ς αὐτω̃ν
19 καὶ κατελάλησαν του̃ θεου̃ καὶ εἰ̃παν μὴ δυνήσεται ὁ θεὸς ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμω̨
20 ἐπεὶ ἐπάταξεν πέτραν καὶ ἐρρύησαν ὕδατα καὶ χείμαρροι κατεκλύσθησαν μὴ καὶ ἄρτον δύναται δου̃ναι ἢ ἑτοιμάσαι τράπεζαν τω̨̃ λαω̨̃ αὐτου̃
21 διὰ του̃το ἤκουσεν κύριος καὶ ἀνεβάλετο καὶ πυ̃ρ ἀνήφθη ἐν Ιακωβ καὶ ὀργὴ ἀνέβη ἐπὶ τὸν Ισραηλ
22 ὅτι οὐκ ἐπίστευσαν ἐν τω̨̃ θεω̨̃ οὐδὲ ἤλπισαν ἐπὶ τὸ σωτήριον αὐτου̃
23 καὶ ἐνετείλατο νεφέλαις ὑπεράνωθεν καὶ θύρας οὐρανου̃ ἀνέω̨ξεν
24 καὶ ἔβρεξεν αὐτοι̃ς μαννα φαγει̃ν καὶ ἄρτον οὐρανου̃ ἔδωκεν αὐτοι̃ς
25 ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος ἐπισιτισμὸν ἀπέστειλεν αὐτοι̃ς εἰς πλησμονήν
26 ἀπη̃ρεν νότον ἐξ οὐρανου̃ καὶ ἐπήγαγεν ἐν τη̨̃ δυναστεία̨ αὐτου̃ λίβα
27 καὶ ἔβρεξεν ἐπ' αὐτοὺς ὡσεὶ χου̃ν σάρκας καὶ ὡσεὶ ἄμμον θαλασσω̃ν πετεινὰ πτερωτά
28 καὶ ἐπέπεσον εἰς μέσον τη̃ς παρεμβολη̃ς αὐτω̃ν κύκλω̨ τω̃ν σκηνωμάτων αὐτω̃ν
29 καὶ ἐφάγοσαν καὶ ἐνεπλήσθησαν σφόδρα καὶ τὴν ἐπιθυμίαν αὐτω̃ν ἤνεγκεν αὐτοι̃ς
30 οὐκ ἐστερήθησαν ἀπὸ τη̃ς ἐπιθυμίας αὐτω̃ν ἔτι τη̃ς βρώσεως αὐτω̃ν οὔσης ἐν τω̨̃ στόματι αὐτω̃ν
31 καὶ ὀργὴ του̃ θεου̃ ἀνέβη ἐπ' αὐτοὺς καὶ ἀπέκτεινεν ἐν τοι̃ς πίοσιν αὐτω̃ν καὶ τοὺς ἐκλεκτοὺς του̃ Ισραηλ συνεπόδισεν
32 ἐν πα̃σιν τούτοις ἥμαρτον ἔτι καὶ οὐκ ἐπίστευσαν ἐν τοι̃ς θαυμασίοις αὐτου̃
33 καὶ ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι αὐτω̃ν καὶ τὰ ἔτη αὐτω̃ν μετὰ σπουδη̃ς
34 ὅταν ἀπέκτεννεν αὐτούς ἐξεζήτουν αὐτὸν καὶ ἐπέστρεφον καὶ ὤρθριζον πρὸς τὸν θεὸν
35 καὶ ἐμνήσθησαν ὅτι ὁ θεὸς βοηθὸς αὐτω̃ν ἐστιν καὶ ὁ θεὸς ὁ ὕψιστος λυτρωτὴς αὐτω̃ν ἐστιν
36 καὶ ἠπάτησαν αὐτὸν ἐν τω̨̃ στόματι αὐτω̃ν καὶ τη̨̃ γλώσση̨ αὐτω̃ν ἐψεύσαντο αὐτω̨̃
37 ἡ δὲ καρδία αὐτω̃ν οὐκ εὐθει̃α μετ' αὐτου̃ οὐδὲ ἐπιστώθησαν ἐν τη̨̃ διαθήκη̨ αὐτου̃
38 αὐτὸς δέ ἐστιν οἰκτίρμων καὶ ἱλάσεται ται̃ς ἁμαρτίαις αὐτω̃ν καὶ οὐ διαφθερει̃ καὶ πληθυνει̃ του̃ ἀποστρέψαι τὸν θυμὸν αὐτου̃ καὶ οὐχὶ ἐκκαύσει πα̃σαν τὴν ὀργὴν αὐτου̃
39 καὶ ἐμνήσθη ὅτι σάρξ εἰσιν πνευ̃μα πορευόμενον καὶ οὐκ ἐπιστρέφον
40 ποσάκις παρεπίκραναν αὐτὸν ἐν τη̨̃ ἐρήμω̨ παρώργισαν αὐτὸν ἐν γη̨̃ ἀνύδρω̨
41 καὶ ἐπέστρεψαν καὶ ἐπείρασαν τὸν θεὸν καὶ τὸν ἅγιον του̃ Ισραηλ παρώξυναν
42 οὐκ ἐμνήσθησαν τη̃ς χειρὸς αὐτου̃ ἡμέρας ἡ̃ς ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς θλίβοντος
43 ὡς ἔθετο ἐν Αἰγύπτω̨ τὰ σημει̃α αὐτου̃ καὶ τὰ τέρατα αὐτου̃ ἐν πεδίω̨ Τάνεως
44 καὶ μετέστρεψεν εἰς αἱ̃μα τοὺς ποταμοὺς αὐτω̃ν καὶ τὰ ὀμβρήματα αὐτω̃ν ὅπως μὴ πίωσιν
45 ἐξαπέστειλεν εἰς αὐτοὺς κυνόμυιαν καὶ κατέφαγεν αὐτούς καὶ βάτραχον καὶ διέφθειρεν αὐτούς
46 καὶ ἔδωκεν τη̨̃ ἐρυσίβη̨ τὸν καρπὸν αὐτω̃ν καὶ τοὺς πόνους αὐτω̃ν τη̨̃ ἀκρίδι
47 ἀπέκτεινεν ἐν χαλάζη̨ τὴν ἄμπελον αὐτω̃ν καὶ τὰς συκαμίνους αὐτω̃ν ἐν τη̨̃ πάχνη̨
48 καὶ παρέδωκεν εἰς χάλαζαν τὰ κτήνη αὐτω̃ν καὶ τὴν ὕπαρξιν αὐτω̃ν τω̨̃ πυρί
49 ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμου̃ αὐτου̃ θυμὸν καὶ ὀργὴν καὶ θλι̃ψιν ἀποστολὴν δι' ἀγγέλων πονηρω̃ν
50 ὡδοποίησεν τρίβον τη̨̃ ὀργη̨̃ αὐτου̃ οὐκ ἐφείσατο ἀπὸ θανάτου τω̃ν ψυχω̃ν αὐτω̃ν καὶ τὰ κτήνη αὐτω̃ν εἰς θάνατον συνέκλεισεν
51 καὶ ἐπάταξεν πα̃ν πρωτότοκον ἐν Αἰγύπτω̨ ἀπαρχὴν τω̃ν πόνων αὐτω̃ν ἐν τοι̃ς σκηνώμασι Χαμ
52 καὶ ἀπη̃ρεν ὡς πρόβατα τὸν λαὸν αὐτου̃ καὶ ἀνήγαγεν αὐτοὺς ὡς ποίμνιον ἐν ἐρήμω̨
53 καὶ ὡδήγησεν αὐτοὺς ἐν ἐλπίδι καὶ οὐκ ἐδειλίασαν καὶ τοὺς ἐχθροὺς αὐτω̃ν ἐκάλυψεν θάλασσα
54 καὶ εἰσήγαγεν αὐτοὺς εἰς ὅριον ἁγιάσματος αὐτου̃ ὄρος του̃το ὃ ἐκτήσατο ἡ δεξιὰ αὐτου̃
55 καὶ ἐξέβαλεν ἀπὸ προσώπου αὐτω̃ν ἔθνη καὶ ἐκληροδότησεν αὐτοὺς ἐν σχοινίω̨ κληροδοσίας καὶ κατεσκήνωσεν ἐν τοι̃ς σκηνώμασιν αὐτω̃ν τὰς φυλὰς του̃ Ισραηλ
56 καὶ ἐπείρασαν καὶ παρεπίκραναν τὸν θεὸν τὸν ὕψιστον καὶ τὰ μαρτύρια αὐτου̃ οὐκ ἐφυλάξαντο
57 καὶ ἀπέστρεψαν καὶ ἠσυνθέτησαν καθὼς καὶ οἱ πατέρες αὐτω̃ν καὶ μετεστράφησαν εἰς τόξον στρεβλὸν
58 καὶ παρώργισαν αὐτὸν ἐν τοι̃ς βουνοι̃ς αὐτω̃ν καὶ ἐν τοι̃ς γλυπτοι̃ς αὐτω̃ν παρεζήλωσαν αὐτόν
59 ἤκουσεν ὁ θεὸς καὶ ὑπερει̃δεν καὶ ἐξουδένωσεν σφόδρα τὸν Ισραηλ
60 καὶ ἀπώσατο τὴν σκηνὴν Σηλωμ σκήνωμα αὐτου̃ οὑ̃ κατεσκήνωσεν ἐν ἀνθρώποις
61 καὶ παρέδωκεν εἰς αἰχμαλωσίαν τὴν ἰσχὺν αὐτω̃ν καὶ τὴν καλλονὴν αὐτω̃ν εἰς χει̃ρας ἐχθρου̃
62 καὶ συνέκλεισεν εἰς ῥομφαίαν τὸν λαὸν αὐτου̃ καὶ τὴν κληρονομίαν αὐτου̃ ὑπερει̃δεν
63 τοὺς νεανίσκους αὐτω̃ν κατέφαγεν πυ̃ρ καὶ αἱ παρθένοι αὐτω̃ν οὐκ ἐπενθήθησαν
64 οἱ ἱερει̃ς αὐτω̃ν ἐν ῥομφαία̨ ἔπεσαν καὶ αἱ χη̃ραι αὐτω̃ν οὐ κλαυσθήσονται
65 καὶ ἐξηγέρθη ὡς ὁ ὑπνω̃ν κύριος ὡς δυνατὸς κεκραιπαληκὼς ἐξ οἴνου
66 καὶ ἐπάταξεν τοὺς ἐχθροὺς αὐτου̃ εἰς τὰ ὀπίσω ὄνειδος αἰώνιον ἔδωκεν αὐτοι̃ς
67 καὶ ἀπώσατο τὸ σκήνωμα Ιωσηφ καὶ τὴν φυλὴν Εφραιμ οὐκ ἐξελέξατο
68 καὶ ἐξελέξατο τὴν φυλὴν Ιουδα τὸ ὄρος τὸ Σιων ὃ ἠγάπησεν
69 καὶ ὠ̨κοδόμησεν ὡς μονοκερώτων τὸ ἁγίασμα αὐτου̃ ἐν τη̨̃ γη̨̃ ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰω̃να
70 καὶ ἐξελέξατο Δαυιδ τὸν δου̃λον αὐτου̃ καὶ ἀνέλαβεν αὐτὸν ἐκ τω̃ν ποιμνίων τω̃ν προβάτων
71 ἐξόπισθεν τω̃ν λοχευομένων ἔλαβεν αὐτὸν ποιμαίνειν Ιακωβ τὸν λαὸν αὐτου̃ καὶ Ισραηλ τὴν κληρονομίαν αὐτου̃
72 καὶ ἐποίμανεν αὐτοὺς ἐν τη̨̃ ἀκακία̨ τη̃ς καρδίας αὐτου̃ καὶ ἐν ται̃ς συνέσεσι τω̃ν χειρω̃ν αὐτου̃ ὡδήγησεν αὐτούς

ΨΑΛΜΟΙ, ψαλμὀς 78

ψαλμὸς τω̨̃ Ασαφ ὁ θεός ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου ἔθεντο Ιερουσαλημ εἰς ὀπωροφυλάκιον
ἔθεντο τὰ θνησιμαι̃α τω̃ν δούλων σου βρώματα τοι̃ς πετεινοι̃ς του̃ οὐρανου̃ τὰς σάρκας τω̃ν ὁσίων σου τοι̃ς θηρίοις τη̃ς γη̃ς
ἐξέχεαν τὸ αἱ̃μα αὐτω̃ν ὡς ὕδωρ κύκλω̨ Ιερουσαλημ καὶ οὐκ ἠ̃ν ὁ θάπτων
ἐγενήθημεν ὄνειδος τοι̃ς γείτοσιν ἡμω̃ν μυκτηρισμὸς καὶ χλευασμὸς τοι̃ς κύκλω̨ ἡμω̃ν
ἕως πότε κύριε ὀργισθήση̨ εἰς τέλος ἐκκαυθήσεται ὡς πυ̃ρ ὁ ζη̃λός σου
ἔκχεον τὴν ὀργήν σου ἐπὶ ἔθνη τὰ μὴ γινώσκοντά σε καὶ ἐπὶ βασιλείας αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο
ὅτι κατέφαγον τὸν Ιακωβ καὶ τὸν τόπον αὐτου̃ ἠρήμωσαν
μὴ μνησθη̨̃ς ἡμω̃ν ἀνομιω̃ν ἀρχαίων ταχὺ προκαταλαβέτωσαν ἡμα̃ς οἱ οἰκτιρμοί σου ὅτι ἐπτωχεύσαμεν σφόδρα
βοήθησον ἡμι̃ν ὁ θεὸς ὁ σωτὴρ ἡμω̃ν ἕνεκα τη̃ς δόξης του̃ ὀνόματός σου κύριε ῥυ̃σαι ἡμα̃ς καὶ ἱλάσθητι ται̃ς ἁμαρτίαις ἡμω̃ν ἕνεκα του̃ ὀνόματός σου
10 μήποτε εἴπωσιν τὰ ἔθνη που̃ ἐστιν ὁ θεὸς αὐτω̃ν καὶ γνωσθήτω ἐν τοι̃ς ἔθνεσιν ἐνώπιον τω̃ν ὀφθαλμω̃ν ἡμω̃ν ἡ ἐκδίκησις του̃ αἵματος τω̃ν δούλων σου του̃ ἐκκεχυμένου
11 εἰσελθάτω ἐνώπιόν σου ὁ στεναγμὸς τω̃ν πεπεδημένων κατὰ τὴν μεγαλωσύνην του̃ βραχίονός σου περιποίησαι τοὺς υἱοὺς τω̃ν τεθανατωμένων
12 ἀπόδος τοι̃ς γείτοσιν ἡμω̃ν ἑπταπλασίονα εἰς τὸν κόλπον αὐτω̃ν τὸν ὀνειδισμὸν αὐτω̃ν ὃν ὠνείδισάν σε κύριε
13 ἡμει̃ς δὲ λαός σου καὶ πρόβατα τη̃ς νομη̃ς σου ἀνθομολογησόμεθά σοι εἰς τὸν αἰω̃να εἰς γενεὰν καὶ γενεὰν ἐξαγγελου̃μεν τὴν αἴνεσίν σου

ΨΑΛΜΟΙ, ψαλμὀς 79

εἰς τὸ τέλος ὑπὲρ τω̃ν ἀλλοιωθησομένων μαρτύριον τω̨̃ Ασαφ ψαλμὸς ὑπὲρ του̃ 'Ασσυρίου
ὁ ποιμαίνων τὸν Ισραηλ πρόσχες ὁ ὁδηγω̃ν ὡσεὶ πρόβατα τὸν Ιωσηφ ὁ καθήμενος ἐπὶ τω̃ν χερουβιν ἐμφάνηθι
ἐναντίον Εφραιμ καὶ Βενιαμιν καὶ Μανασση ἐξέγειρον τὴν δυναστείαν σου καὶ ἐλθὲ εἰς τὸ σω̃σαι ἡμα̃ς
ὁ θεός ἐπίστρεψον ἡμα̃ς καὶ ἐπίφανον τὸ πρόσωπόν σου καὶ σωθησόμεθα
κύριε ὁ θεὸς τω̃ν δυνάμεων ἕως πότε ὀργίζη̨ ἐπὶ τὴν προσευχὴν του̃ δούλου σου
ψωμιει̃ς ἡμα̃ς ἄρτον δακρύων καὶ ποτιει̃ς ἡμα̃ς ἐν δάκρυσιν ἐν μέτρω̨
ἔθου ἡμα̃ς εἰς ἀντιλογίαν τοι̃ς γείτοσιν ἡμω̃ν καὶ οἱ ἐχθροὶ ἡμω̃ν ἐμυκτήρισαν ἡμα̃ς
κύριε ὁ θεὸς τω̃ν δυνάμεων ἐπίστρεψον ἡμα̃ς καὶ ἐπίφανον τὸ πρόσωπόν σου καὶ σωθησόμεθα διάψαλμα
ἄμπελον ἐξ Αἰγύπτου μετη̃ρας ἐξέβαλες ἔθνη καὶ κατεφύτευσας αὐτήν
10 ὡδοποίησας ἔμπροσθεν αὐτη̃ς καὶ κατεφύτευσας τὰς ῥίζας αὐτη̃ς καὶ ἐπλήσθη ἡ γη̃
11 ἐκάλυψεν ὄρη ἡ σκιὰ αὐτη̃ς καὶ αἱ ἀναδενδράδες αὐτη̃ς τὰς κέδρους του̃ θεου̃
12 ἐξέτεινεν τὰ κλήματα αὐτη̃ς ἕως θαλάσσης καὶ ἕως ποταμου̃ τὰς παραφυάδας αὐτη̃ς
13 ἵνα τί καθει̃λες τὸν φραγμὸν αὐτη̃ς καὶ τρυγω̃σιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν
14 ἐλυμήνατο αὐτὴν συ̃ς ἐκ δρυμου̃ καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν
15 ὁ θεὸς τω̃ν δυνάμεων ἐπίστρεψον δή ἐπίβλεψον ἐξ οὐρανου̃ καὶ ἰδὲ καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην
16 καὶ κατάρτισαι αὐτήν ἣν ἐφύτευσεν ἡ δεξιά σου καὶ ἐπὶ υἱὸν ἀνθρώπου ὃν ἐκραταίωσας σεαυτω̨̃
17 ἐμπεπυρισμένη πυρὶ καὶ ἀνεσκαμμένη ἀπὸ ἐπιτιμήσεως του̃ προσώπου σου ἀπολου̃νται
18 γενηθήτω ἡ χείρ σου ἐπ' ἄνδρα δεξια̃ς σου καὶ ἐπὶ υἱὸν ἀνθρώπου ὃν ἐκραταίωσας σεαυτω̨̃
19 καὶ οὐ μὴ ἀποστω̃μεν ἀπὸ σου̃ ζωώσεις ἡμα̃ς καὶ τὸ ὄνομά σου ἐπικαλεσόμεθα
20 κύριε ὁ θεὸς τω̃ν δυνάμεων ἐπίστρεψον ἡμα̃ς καὶ ἐπίφανον τὸ πρόσωπόν σου καὶ σωθησόμεθα

ΨΑΛΜΟΙ, ψαλμὀς 80

εἰς τὸ τέλος ὑπὲρ τω̃ν ληνω̃ν τω̨̃ Ασαφ ψαλμός
ἀγαλλια̃σθε τω̨̃ θεω̨̃ τω̨̃ βοηθω̨̃ ἡμω̃ν ἀλαλάξατε τω̨̃ θεω̨̃ Ιακωβ
λάβετε ψαλμὸν καὶ δότε τύμπανον ψαλτήριον τερπνὸν μετὰ κιθάρας
σαλπίσατε ἐν νεομηνία̨ σάλπιγγι ἐν εὐσήμω̨ ἡμέρα̨ ἑορτη̃ς ἡμω̃ν
ὅτι πρόσταγμα τω̨̃ Ισραηλ ἐστὶν καὶ κρίμα τω̨̃ θεω̨̃ Ιακωβ
μαρτύριον ἐν τω̨̃ Ιωσηφ ἔθετο αὐτὸν ἐν τω̨̃ ἐξελθει̃ν αὐτὸν ἐκ γη̃ς Αἰγύπτου γλω̃σσαν ἣν οὐκ ἔγνω ἤκουσεν
ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νω̃τον αὐτου̃ αἱ χει̃ρες αὐτου̃ ἐν τω̨̃ κοφίνω̨ ἐδούλευσαν
ἐν θλίψει ἐπεκαλέσω με καὶ ἐρρυσάμην σε ἐπήκουσά σου ἐν ἀποκρύφω̨ καταιγίδος ἐδοκίμασά σε ἐπὶ ὕδατος ἀντιλογίας διάψαλμα
ἄκουσον λαός μου καὶ διαμαρτύρομαί σοι Ισραηλ ἐὰν ἀκούση̨ς μου
10 οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος οὐδὲ προσκυνήσεις θεω̨̃ ἀλλοτρίω̨
11 ἐγὼ γάρ εἰμι κύριος ὁ θεός σου ὁ ἀναγαγών σε ἐκ γη̃ς Αἰγύπτου πλάτυνον τὸ στόμα σου καὶ πληρώσω αὐτό
12 καὶ οὐκ ἤκουσεν ὁ λαός μου τη̃ς φωνη̃ς μου καὶ Ισραηλ οὐ προσέσχεν μοι
13 καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τω̃ν καρδιω̃ν αὐτω̃ν πορεύσονται ἐν τοι̃ς ἐπιτηδεύμασιν αὐτω̃ν
14 εἰ ὁ λαός μου ἤκουσέν μου Ισραηλ ται̃ς ὁδοι̃ς μου εἰ ἐπορεύθη
15 ἐν τω̨̃ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτω̃ν ἐταπείνωσα καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον τὴν χει̃ρά μου
16 οἱ ἐχθροὶ κυρίου ἐψεύσαντο αὐτω̨̃ καὶ ἔσται ὁ καιρὸς αὐτω̃ν εἰς τὸν αἰω̃να
17 καὶ ἐψώμισεν αὐτοὺς ἐκ στέατος πυρου̃ καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς

ΨΑΛΜΟΙ, ψαλμὀς 81

ψαλμὸς τω̨̃ Ασαφ ὁ θεὸς ἔστη ἐν συναγωγη̨̃ θεω̃ν ἐν μέσω̨ δὲ θεοὺς διακρίνει
ἕως πότε κρίνετε ἀδικίαν καὶ πρόσωπα ἁμαρτωλω̃ν λαμβάνετε διάψαλμα
κρίνατε ὀρφανὸν καὶ πτωχόν ταπεινὸν καὶ πένητα δικαιώσατε
ἐξέλεσθε πένητα καὶ πτωχόν ἐκ χειρὸς ἁμαρτωλου̃ ῥύσασθε
οὐκ ἔγνωσαν οὐδὲ συνη̃καν ἐν σκότει διαπορεύονται σαλευθήσονται πάντα τὰ θεμέλια τη̃ς γη̃ς
ἐγὼ εἰ̃πα θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες
ὑμει̃ς δὲ ὡς ἄνθρωποι ἀποθνή̨σκετε καὶ ὡς εἱ̃ς τω̃ν ἀρχόντων πίπτετε
ἀνάστα ὁ θεός κρι̃νον τὴν γη̃ν ὅτι σὺ κατακληρονομήσεις ἐν πα̃σιν τοι̃ς ἔθνεσιν

ΨΑΛΜΟΙ, ψαλμὀς 82

ὠ̨δὴ ψαλμου̃ τω̨̃ Ασαφ
ὁ θεός τίς ὁμοιωθήσεταί σοι μὴ σιγήση̨ς μηδὲ καταπραΰνη̨ς ὁ θεός
ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν καὶ οἱ μισου̃ντές σε ἠ̃ραν κεφαλήν
ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην καὶ ἐβουλεύσαντο κατὰ τω̃ν ἁγίων σου
εἰ̃παν δευ̃τε καὶ ἐξολεθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους καὶ οὐ μὴ μνησθη̨̃ τὸ ὄνομα Ισραηλ ἔτι
ὅτι ἐβουλεύσαντο ἐν ὁμονοία̨ ἐπὶ τὸ αὐτό κατὰ σου̃ διαθήκην διέθεντο
τὰ σκηνώματα τω̃ν Ιδουμαίων καὶ οἱ Ισμαηλι̃ται Μωαβ καὶ οἱ Αγαρηνοί
Γεβαλ καὶ Αμμων καὶ Αμαληκ καὶ ἀλλόφυλοι μετὰ τω̃ν κατοικούντων Τύρον
καὶ γὰρ καὶ Ασσουρ συμπαρεγένετο μετ' αὐτω̃ν ἐγενήθησαν εἰς ἀντίλημψιν τοι̃ς υἱοι̃ς Λωτ διάψαλμα
10 ποίησον αὐτοι̃ς ὡς τη̨̃ Μαδιαμ καὶ τω̨̃ Σισαρα ὡς ὁ Ιαβιν ἐν τω̨̃ χειμάρρω̨ Κισων
11 ἐξωλεθρεύθησαν ἐν Αενδωρ ἐγενήθησαν ὡσεὶ κόπρος τη̨̃ γη̨̃
12 θου̃ τοὺς ἄρχοντας αὐτω̃ν ὡς τὸν Ωρηβ καὶ Ζηβ καὶ Ζεβεε καὶ Σαλμανα πάντας τοὺς ἄρχοντας αὐτω̃ν
13 οἵτινες εἰ̃παν κληρονομήσωμεν ἑαυτοι̃ς τὸ ἁγιαστήριον του̃ θεου̃
14 ὁ θεός μου θου̃ αὐτοὺς ὡς τροχόν ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου
15 ὡσεὶ πυ̃ρ ὃ διαφλέξει δρυμόν ὡς εἰ φλὸξ κατακαύσαι ὄρη
16 οὕτως καταδιώξεις αὐτοὺς ἐν τη̨̃ καταιγίδι σου καὶ ἐν τη̨̃ ὀργη̨̃ σου ταράξεις αὐτούς
17 πλήρωσον τὰ πρόσωπα αὐτω̃ν ἀτιμίας καὶ ζητήσουσιν τὸ ὄνομά σου κύριε
18 αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εἰς τὸν αἰω̃να του̃ αἰω̃νος καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν
19 καὶ γνώτωσαν ὅτι ὄνομά σοι κύριος σὺ μόνος ὕψιστος ἐπὶ πα̃σαν τὴν γη̃ν
Читать далее:ΨΑΛΜΟΙ, ψαλμὀς 83
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).