ΨΑΛΜΟΙ,
ψαλμὀς 81
1 ψαλμὸς τω̨̃ Ασαφ ὁ θεὸς ἔστη ἐν συναγωγη̨̃ θεω̃ν ἐν μέσω̨ δὲ θεοὺς διακρίνει |
2 ἕως πότε κρίνετε ἀδικίαν καὶ πρόσωπα ἁμαρτωλω̃ν λαμβάνετε διάψαλμα |
3 κρίνατε ὀρφανὸν καὶ πτωχόν ταπεινὸν καὶ πένητα δικαιώσατε |
4 ἐξέλεσθε πένητα καὶ πτωχόν ἐκ χειρὸς ἁμαρτωλου̃ ῥύσασθε |
5 οὐκ ἔγνωσαν οὐδὲ συνη̃καν ἐν σκότει διαπορεύονται σαλευθήσονται πάντα τὰ θεμέλια τη̃ς γη̃ς |
6 ἐγὼ εἰ̃πα θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες |
7 ὑμει̃ς δὲ ὡς ἄνθρωποι ἀποθνή̨σκετε καὶ ὡς εἱ̃ς τω̃ν ἀρχόντων πίπτετε |
8 ἀνάστα ὁ θεός κρι̃νον τὴν γη̃ν ὅτι σὺ κατακληρονομήσεις ἐν πα̃σιν τοι̃ς ἔθνεσιν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.