ΨΑΛΜΟΙ,
ψαλμὀς 84
1 εἰς τὸ τέλος τοι̃ς υἱοι̃ς Κορε ψαλμός |
2 εὐδόκησας κύριε τὴν γη̃ν σου ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ιακωβ |
3 ἀφη̃κας τὰς ἀνομίας τω̨̃ λαω̨̃ σου ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτω̃ν διάψαλμα |
4 κατέπαυσας πα̃σαν τὴν ὀργήν σου ἀπέστρεψας ἀπὸ ὀργη̃ς θυμου̃ σου |
5 ἐπίστρεψον ἡμα̃ς ὁ θεὸς τω̃ν σωτηρίων ἡμω̃ν καὶ ἀπόστρεψον τὸν θυμόν σου ἀφ' ἡμω̃ν |
6 μὴ εἰς τὸν αἰω̃να ὀργισθήση̨ ἡμι̃ν ἢ διατενει̃ς τὴν ὀργήν σου ἀπὸ γενεα̃ς εἰς γενεάν |
7 ὁ θεός σὺ ἐπιστρέψας ζωώσεις ἡμα̃ς καὶ ὁ λαός σου εὐφρανθήσεται ἐπὶ σοί |
8 δει̃ξον ἡμι̃ν κύριε τὸ ἔλεός σου καὶ τὸ σωτήριόν σου δώ̨ης ἡμι̃ν |
9 ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ κύριος ὁ θεός ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτου̃ καὶ ἐπὶ τοὺς ὁσίους αὐτου̃ καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας πρὸς αὐτὸν καρδίαν |
10 πλὴν ἐγγὺς τω̃ν φοβουμένων αὐτὸν τὸ σωτήριον αὐτου̃ του̃ κατασκηνω̃σαι δόξαν ἐν τη̨̃ γη̨̃ ἡμω̃ν |
11 ἔλεος καὶ ἀλήθεια συνήντησαν δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν |
12 ἀλήθεια ἐκ τη̃ς γη̃ς ἀνέτειλεν καὶ δικαιοσύνη ἐκ του̃ οὐρανου̃ διέκυψεν |
13 καὶ γὰρ ὁ κύριος δώσει χρηστότητα καὶ ἡ γη̃ ἡμω̃ν δώσει τὸν καρπὸν αὐτη̃ς |
14 δικαιοσύνη ἐναντίον αὐτου̃ προπορεύσεται καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτου̃ |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.