ΨΑΛΜΟΙ,
ψαλμὀς 85
1 προσευχὴ τω̨̃ Δαυιδ κλι̃νον κύριε τὸ οὐ̃ς σου καὶ ἐπάκουσόν μου ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ |
2 φύλαξον τὴν ψυχήν μου ὅτι ὅσιός εἰμι σω̃σον τὸν δου̃λόν σου ὁ θεός μου τὸν ἐλπίζοντα ἐπὶ σέ |
3 ἐλέησόν με κύριε ὅτι πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν |
4 εὔφρανον τὴν ψυχὴν του̃ δούλου σου ὅτι πρὸς σέ κύριε ἠ̃ρα τὴν ψυχήν μου |
5 ὅτι σύ κύριε χρηστὸς καὶ ἐπιεικὴς καὶ πολυέλεος πα̃σι τοι̃ς ἐπικαλουμένοις σε |
6 ἐνώτισαι κύριε τὴν προσευχήν μου καὶ πρόσχες τη̨̃ φωνη̨̃ τη̃ς δεήσεώς μου |
7 ἐν ἡμέρα̨ θλίψεώς μου ἐκέκραξα πρὸς σέ ὅτι εἰσήκουσάς μου |
8 οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοι̃ς κύριε καὶ οὐκ ἔστιν κατὰ τὰ ἔργα σου |
9 πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου κύριε καὶ δοξάσουσιν τὸ ὄνομά σου |
10 ὅτι μέγας εἰ̃ σὺ καὶ ποιω̃ν θαυμάσια σὺ εἰ̃ ὁ θεὸς μόνος ὁ μέγας |
11 ὁδήγησόν με κύριε τη̨̃ ὁδω̨̃ σου καὶ πορεύσομαι ἐν τη̨̃ ἀληθεία̨ σου εὐφρανθήτω ἡ καρδία μου του̃ φοβει̃σθαι τὸ ὄνομά σου |
12 ἐξομολογήσομαί σοι κύριε ὁ θεός μου ἐν ὅλη̨ καρδία̨ μου καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰω̃να |
13 ὅτι τὸ ἔλεός σου μέγα ἐπ' ἐμὲ καὶ ἐρρύσω τὴν ψυχήν μου ἐξ ἅ̨δου κατωτάτου |
14 ὁ θεός παράνομοι ἐπανέστησαν ἐπ' ἐμέ καὶ συναγωγὴ κραταιω̃ν ἐζήτησαν τὴν ψυχήν μου καὶ οὐ προέθεντό σε ἐνώπιον αὐτω̃ν |
15 καὶ σύ κύριε ὁ θεός οἰκτίρμων καὶ ἐλεήμων μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός |
16 ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με δὸς τὸ κράτος σου τω̨̃ παιδί σου καὶ σω̃σον τὸν υἱὸν τη̃ς παιδίσκης σου |
17 ποίησον μετ' ἐμου̃ σημει̃ον εἰς ἀγαθόν καὶ ἰδέτωσαν οἱ μισου̃ντές με καὶ αἰσχυνθήτωσαν ὅτι σύ κύριε ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.