ΨΑΛΜΟΙ,
ψαλμὀς 86
1 τοι̃ς υἱοι̃ς Κορε ψαλμὸς ὠ̨δη̃ς οἱ θεμέλιοι αὐτου̃ ἐν τοι̃ς ὄρεσιν τοι̃ς ἁγίοις |
2 ἀγαπα̨̃ κύριος τὰς πύλας Σιων ὑπὲρ πάντα τὰ σκηνώματα Ιακωβ |
3 δεδοξασμένα ἐλαλήθη περὶ σου̃ ἡ πόλις του̃ θεου̃ διάψαλμα |
4 μνησθήσομαι Ρααβ καὶ Βαβυλω̃νος τοι̃ς γινώσκουσίν με καὶ ἰδοὺ ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς Αἰθιόπων οὑ̃τοι ἐγενήθησαν ἐκει̃ |
5 μήτηρ Σιων ἐρει̃ ἄνθρωπος καὶ ἄνθρωπος ἐγενήθη ἐν αὐτη̨̃ καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ ὕψιστος |
6 κύριος διηγήσεται ἐν γραφη̨̃ λαω̃ν καὶ ἀρχόντων τούτων τω̃ν γεγενημένων ἐν αὐτη̨̃ διάψαλμα |
7 ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.