1 εἰς τὸ τέλος ὑπὲρ τω̃ν κρυφίων του̃ υἱου̃ ψαλμὸς τω̨̃ Δαυιδ |
2 ἐξομολογήσομαί σοι κύριε ἐν ὅλη̨ καρδία̨ μου διηγήσομαι πάντα τὰ θαυμάσιά σου |
3 εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι ἐν σοί ψαλω̃ τω̨̃ ὀνόματί σου ὕψιστε |
4 ἐν τω̨̃ ἀποστραφη̃ναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω ἀσθενήσουσιν καὶ ἀπολου̃νται ἀπὸ προσώπου σου |
5 ὅτι ἐποίησας τὴν κρίσιν μου καὶ τὴν δίκην μου ἐκάθισας ἐπὶ θρόνου ὁ κρίνων δικαιοσύνην |
6 ἐπετίμησας ἔθνεσιν καὶ ἀπώλετο ὁ ἀσεβής τὸ ὄνομα αὐτω̃ν ἐξήλειψας εἰς τὸν αἰω̃να καὶ εἰς τὸν αἰω̃να του̃ αἰω̃νος |
7 του̃ ἐχθρου̃ ἐξέλιπον αἱ ῥομφαι̃αι εἰς τέλος καὶ πόλεις καθει̃λες ἀπώλετο τὸ μνημόσυνον αὐτω̃ν μετ' ἤχους |
8 καὶ ὁ κύριος εἰς τὸν αἰω̃να μένει ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτου̃ |
9 καὶ αὐτὸς κρινει̃ τὴν οἰκουμένην ἐν δικαιοσύνη̨ κρινει̃ λαοὺς ἐν εὐθύτητι |
10 καὶ ἐγένετο κύριος καταφυγὴ τω̨̃ πένητι βοηθὸς ἐν εὐκαιρίαις ἐν θλίψει |
11 καὶ ἐλπισάτωσαν ἐπὶ σὲ οἱ γινώσκοντες τὸ ὄνομά σου ὅτι οὐκ ἐγκατέλιπες τοὺς ἐκζητου̃ντάς σε κύριε |
12 ψάλατε τω̨̃ κυρίω̨ τω̨̃ κατοικου̃ντι ἐν Σιων ἀναγγείλατε ἐν τοι̃ς ἔθνεσιν τὰ ἐπιτηδεύματα αὐτου̃ |
13 ὅτι ἐκζητω̃ν τὰ αἵματα αὐτω̃ν ἐμνήσθη οὐκ ἐπελάθετο τη̃ς κραυγη̃ς τω̃ν πενήτων |
14 ἐλέησόν με κύριε ἰδὲ τὴν ταπείνωσίν μου ἐκ τω̃ν ἐχθρω̃ν μου ὁ ὑψω̃ν με ἐκ τω̃ν πυλω̃ν του̃ θανάτου |
15 ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου ἐν ται̃ς πύλαις τη̃ς θυγατρὸς Σιων ἀγαλλιάσομαι ἐπὶ τω̨̃ σωτηρίω̨ σου |
16 ἐνεπάγησαν ἔθνη ἐν διαφθορα̨̃ ἡ̨̃ ἐποίησαν ἐν παγίδι ταύτη̨ ἡ̨̃ ἔκρυψαν συνελήμφθη ὁ ποὺς αὐτω̃ν |
17 γινώσκεται κύριος κρίματα ποιω̃ν ἐν τοι̃ς ἔργοις τω̃ν χειρω̃ν αὐτου̃ συνελήμφθη ὁ ἁμαρτωλός ὠ̨δὴ διαψάλματος |
18 ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ἅ̨δην πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα του̃ θεου̃ |
19 ὅτι οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχός ἡ ὑπομονὴ τω̃ν πενήτων οὐκ ἀπολει̃ται εἰς τὸν αἰω̃να |
20 ἀνάστηθι κύριε μὴ κραταιούσθω ἄνθρωπος κριθήτωσαν ἔθνη ἐνώπιόν σου |
21 κατάστησον κύριε νομοθέτην ἐπ' αὐτούς γνώτωσαν ἔθνη ὅτι ἄνθρωποί εἰσιν διάψαλμα |
22 ἵνα τί κύριε ἀφέστηκας μακρόθεν ὑπερορα̨̃ς ἐν εὐκαιρίαις ἐν θλίψει |
23 ἐν τω̨̃ ὑπερηφανεύεσθαι τὸν ἀσεβη̃ ἐμπυρίζεται ὁ πτωχός συλλαμβάνονται ἐν διαβουλίοις οἱ̃ς διαλογίζονται |
24 ὅτι ἐπαινει̃ται ὁ ἁμαρτωλὸς ἐν ται̃ς ἐπιθυμίαις τη̃ς ψυχη̃ς αὐτου̃ καὶ ὁ ἀδικω̃ν ἐνευλογει̃ται |
25 παρώξυνεν τὸν κύριον ὁ ἁμαρτωλός κατὰ τὸ πλη̃θος τη̃ς ὀργη̃ς αὐτου̃ οὐκ ἐκζητήσει οὐκ ἔστιν ὁ θεὸς ἐνώπιον αὐτου̃ |
26 βεβηλου̃νται αἱ ὁδοὶ αὐτου̃ ἐν παντὶ καιρω̨̃ ἀνταναιρει̃ται τὰ κρίματά σου ἀπὸ προσώπου αὐτου̃ πάντων τω̃ν ἐχθρω̃ν αὐτου̃ κατακυριεύσει |
27 εἰ̃πεν γὰρ ἐν καρδία̨ αὐτου̃ οὐ μὴ σαλευθω̃ ἀπὸ γενεα̃ς εἰς γενεὰν ἄνευ κακου̃ |
28 οὑ̃ ἀρα̃ς τὸ στόμα αὐτου̃ γέμει καὶ πικρίας καὶ δόλου ὑπὸ τὴν γλω̃σσαν αὐτου̃ κόπος καὶ πόνος |
29 ἐγκάθηται ἐνέδρα̨ μετὰ πλουσίων ἐν ἀποκρύφοις ἀποκτει̃ναι ἀθω̨̃ον οἱ ὀφθαλμοὶ αὐτου̃ εἰς τὸν πένητα ἀποβλέπουσιν |
30 ἐνεδρεύει ἐν ἀποκρύφω̨ ὡς λέων ἐν τη̨̃ μάνδρα̨ αὐτου̃ ἐνεδρεύει του̃ ἁρπάσαι πτωχόν ἁρπάσαι πτωχὸν ἐν τω̨̃ ἑλκύσαι αὐτόν |
31 ἐν τη̨̃ παγίδι αὐτου̃ ταπεινώσει αὐτόν κύψει καὶ πεσει̃ται ἐν τω̨̃ αὐτὸν κατακυριευ̃σαι τω̃ν πενήτων |
32 εἰ̃πεν γὰρ ἐν καρδία̨ αὐτου̃ ἐπιλέλησται ὁ θεός ἀπέστρεψεν τὸ πρόσωπον αὐτου̃ του̃ μὴ βλέπειν εἰς τέλος |
33 ἀνάστηθι κύριε ὁ θεός ὑψωθήτω ἡ χείρ σου μὴ ἐπιλάθη̨ τω̃ν πενήτων |
34 ἕνεκεν τίνος παρώξυνεν ὁ ἀσεβὴς τὸν θεόν εἰ̃πεν γὰρ ἐν καρδία̨ αὐτου̃ οὐκ ἐκζητήσει |
35 βλέπεις ὅτι σὺ πόνον καὶ θυμὸν κατανοει̃ς του̃ παραδου̃ναι αὐτοὺς εἰς χει̃ράς σου σοὶ οὐ̃ν ἐγκαταλέλειπται ὁ πτωχός ὀρφανω̨̃ σὺ ἠ̃σθα βοηθω̃ν |
36 σύντριψον τὸν βραχίονα του̃ ἁμαρτωλου̃ καὶ πονηρου̃ ζητηθήσεται ἡ ἁμαρτία αὐτου̃ καὶ οὐ μὴ εὑρεθη̨̃ δι' αὐτήν |
37 βασιλεύσει κύριος εἰς τὸν αἰω̃να καὶ εἰς τὸν αἰω̃να του̃ αἰω̃νος ἀπολει̃σθε ἔθνη ἐκ τη̃ς γη̃ς αὐτου̃ |
38 τὴν ἐπιθυμίαν τω̃ν πενήτων εἰσήκουσεν κύριος τὴν ἑτοιμασίαν τη̃ς καρδίας αὐτω̃ν προσέσχεν τὸ οὐ̃ς σου |
39 κρι̃ναι ὀρφανω̨̃ καὶ ταπεινω̨̃ ἵνα μὴ προσθη̨̃ ἔτι του̃ μεγαλαυχει̃ν ἄνθρωπος ἐπὶ τη̃ς γη̃ς |