Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 91

ψαλμὸς ὠ̨δη̃ς εἰς τὴν ἡμέραν του̃ σαββάτου
ἀγαθὸν τὸ ἐξομολογει̃σθαι τω̨̃ κυρίω̨ καὶ ψάλλειν τω̨̃ ὀνόματί σου ὕψιστε
του̃ ἀναγγέλλειν τὸ πρωὶ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα
ἐν δεκαχόρδω̨ ψαλτηρίω̨ μετ' ὠ̨δη̃ς ἐν κιθάρα̨
ὅτι εὔφρανάς με κύριε ἐν τω̨̃ ποιήματί σου καὶ ἐν τοι̃ς ἔργοις τω̃ν χειρω̃ν σου ἀγαλλιάσομαι
ὡς ἐμεγαλύνθη τὰ ἔργα σου κύριε σφόδρα ἐβαθύνθησαν οἱ διαλογισμοί σου
ἀνὴρ ἄφρων οὐ γνώσεται καὶ ἀσύνετος οὐ συνήσει ταυ̃τα
ἐν τω̨̃ ἀνατει̃λαι τοὺς ἁμαρτωλοὺς ὡς χόρτον καὶ διέκυψαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ὅπως ἂν ἐξολεθρευθω̃σιν εἰς τὸν αἰω̃να του̃ αἰω̃νος
σὺ δὲ ὕψιστος εἰς τὸν αἰω̃να κύριε
10 ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἀπολου̃νται καὶ διασκορπισθήσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν
11 καὶ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου καὶ τὸ γη̃ράς μου ἐν ἐλαίω̨ πίονι
12 καὶ ἐπει̃δεν ὁ ὀφθαλμός μου ἐν τοι̃ς ἐχθροι̃ς μου καὶ ἐν τοι̃ς ἐπανιστανομένοις ἐπ' ἐμὲ πονηρευομένοις ἀκούσεται τὸ οὐ̃ς μου
13 δίκαιος ὡς φοι̃νιξ ἀνθήσει ὡσεὶ κέδρος ἡ ἐν τω̨̃ Λιβάνω̨ πληθυνθήσεται
14 πεφυτευμένοι ἐν τω̨̃ οἴκω̨ κυρίου ἐν ται̃ς αὐλαι̃ς του̃ θεου̃ ἡμω̃ν ἐξανθήσουσιν
15 ἔτι πληθυνθήσονται ἐν γήρει πίονι καὶ εὐπαθου̃ντες ἔσονται
16 του̃ ἀναγγει̃λαι ὅτι εὐθὴς κύριος ὁ θεός μου καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτω̨̃
Читать далее:ΨΑΛΜΟΙ, ψαλμὀς 92
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).