ΨΑΛΜΟΙ,
ψαλμὀς 92
1 εἰς τὴν ἡμέραν του̃ προσαββάτου ὅτε κατώ̨κισται ἡ γη̃ αἰ̃νος ὠ̨δη̃ς τω̨̃ Δαυιδ ὁ κύριος ἐβασίλευσεν εὐπρέπειαν ἐνεδύσατο ἐνεδύσατο κύριος δύναμιν καὶ περιεζώσατο καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην ἥτις οὐ σαλευθήσεται |
2 ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε ἀπὸ του̃ αἰω̃νος σὺ εἰ̃ |
3 ἐπη̃ραν οἱ ποταμοί κύριε ἐπη̃ραν οἱ ποταμοὶ φωνὰς αὐτω̃ν |
4 ἀπὸ φωνω̃ν ὑδάτων πολλω̃ν θαυμαστοὶ οἱ μετεωρισμοὶ τη̃ς θαλάσσης θαυμαστὸς ἐν ὑψηλοι̃ς ὁ κύριος |
5 τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα τω̨̃ οἴκω̨ σου πρέπει ἁγίασμα κύριε εἰς μακρότητα ἡμερω̃ν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.