Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ, κεφαλίς 13

καὶ εἰ̃δον ἐκ τη̃ς θαλάσσης θηρίον ἀναβαι̃νον ἔχον κέρατα δέκα καὶ κεφαλὰς ἑπτά καὶ ἐπὶ τω̃ν κεράτων αὐτου̃ δέκα διαδήματα καὶ ἐπὶ τὰς κεφαλὰς αὐτου̃ ὀνόματα βλασφημίας
καὶ τò θηρίον ὃ εἰ̃δον ἠ̃ν ὅμοιον παρδάλει καὶ οἱ πόδες αὐτου̃ ὡς ἄρκου καὶ τò στόμα αὐτου̃ ὡς στόμα λέοντος καὶ ἔδωκεν αὐτω̨̃ ὁ δράκων τὴν δύναμιν αὐτου̃ καὶ τòν θρόνον αὐτου̃ καὶ ἐξουσίαν μεγάλην
καὶ μίαν ἐκ τω̃ν κεφαλω̃ν αὐτου̃ ὡς ἐσφαγμένην εἰς θάνατον καὶ ἡ πληγὴ του̃ θανάτου αὐτου̃ ἐθεραπεύθη καὶ ἐθαυμάσθη ὅλη ἡ γη̃ ὀπίσω του̃ θηρίου
καὶ προσεκύνησαν τω̨̃ δράκοντι ὅτι ἔδωκεν τὴν ἐξουσίαν τω̨̃ θηρίω̨ καὶ προσεκύνησαν τω̨̃ θηρίω̨ λέγοντες τίς ὅμοιος τω̨̃ θηρίω̨ καὶ τίς δύναται πολεμη̃σαι μετ' αὐτου̃
καὶ ἐδόθη αὐτω̨̃ στόμα λαλου̃ν μεγάλα καὶ βλασφημίας καὶ ἐδόθη αὐτω̨̃ ἐξουσία ποιη̃σαι μη̃νας τεσσεράκοντα καὶ δύο
καὶ ἤνοιξεν τò στόμα αὐτου̃ εἰς βλασφημίας πρòς τòν θεόν βλασφημη̃σαι τò ὄνομα αὐτου̃ καὶ τὴν σκηνὴν αὐτου̃ τοὺς ἐν τω̨̃ οὐρανω̨̃ σκηνου̃ντας
καὶ ἐδόθη αὐτω̨̃ ποιη̃σαι πόλεμον μετὰ τω̃ν ἁγίων καὶ νικη̃σαι αὐτούς καὶ ἐδόθη αὐτω̨̃ ἐξουσία ἐπὶ πα̃σαν φυλὴν καὶ λαòν καὶ γλω̃σσαν καὶ ἔθνος
καὶ προσκυνήσουσιν αὐτòν πάντες οἱ κατοικου̃ντες ἐπὶ τη̃ς γη̃ς οὑ̃ οὐ γέγραπται τò ὄνομα αὐτου̃ ἐν τω̨̃ βιβλίω̨ τη̃ς ζωη̃ς του̃ ἀρνίου του̃ ἐσφαγμένου ἀπò καταβολη̃ς κόσμου
εἴ τις ἔχει οὐ̃ς ἀκουσάτω
10 εἴ τις εἰς αἰχμαλωσίαν εἰς αἰχμαλωσίαν ὑπάγει εἴ τις ἐν μαχαίρη̨ ἀποκτανθη̃ναι αὐτòν ἐν μαχαίρη̨ ἀποκτανθη̃ναι ὡ̃δέ ἐστιν ἡ ὑπομονὴ καὶ ἡ πίστις τω̃ν ἁγίων
11 καὶ εἰ̃δον ἄλλο θηρίον ἀναβαι̃νον ἐκ τη̃ς γη̃ς καὶ εἰ̃χεν κέρατα δύο ὅμοια ἀρνίω̨ καὶ ἐλάλει ὡς δράκων
12 καὶ τὴν ἐξουσίαν του̃ πρώτου θηρίου πα̃σαν ποιει̃ ἐνώπιον αὐτου̃ καὶ ποιει̃ τὴν γη̃ν καὶ τοὺς ἐν αὐτη̨̃ κατοικου̃ντας ἵνα προσκυνήσουσιν τò θηρίον τò πρω̃τον οὑ̃ ἐθεραπεύθη ἡ πληγὴ του̃ θανάτου αὐτου̃
13 καὶ ποιει̃ σημει̃α μεγάλα ἵνα καὶ πυ̃ρ ποιη̨̃ ἐκ του̃ οὐρανου̃ καταβαίνειν εἰς τὴν γη̃ν ἐνώπιον τω̃ν ἀνθρώπων
14 καὶ πλανα̨̃ τοὺς κατοικου̃ντας ἐπὶ τη̃ς γη̃ς διὰ τὰ σημει̃α ἃ ἐδόθη αὐτω̨̃ ποιη̃σαι ἐνώπιον του̃ θηρίου λέγων τοι̃ς κατοικου̃σιν ἐπὶ τη̃ς γη̃ς ποιη̃σαι εἰκόνα τω̨̃ θηρίω̨ ὃς ἔχει τὴν πληγὴν τη̃ς μαχαίρης καὶ ἔζησεν
15 καὶ ἐδόθη αὐτω̨̃ δου̃ναι πνευ̃μα τη̨̃ εἰκόνι του̃ θηρίου ἵνα καὶ λαλήση̨ ἡ εἰκὼν του̃ θηρίου καὶ ποιήση̨ ἵνα ὅσοι ἐὰν μὴ προσκυνήσωσιν τη̨̃ εἰκόνι του̃ θηρίου ἀποκτανθω̃σιν
16 καὶ ποιει̃ πάντας τοὺς μικροὺς καὶ τοὺς μεγάλους καὶ τοὺς πλουσίους καὶ τοὺς πτωχούς καὶ τοὺς ἐλευθέρους καὶ τοὺς δούλους ἵνα δω̃σιν αὐτοι̃ς χάραγμα ἐπὶ τη̃ς χειρòς αὐτω̃ν τη̃ς δεξια̃ς ἢ ἐπὶ τò μέτωπον αὐτω̃ν
17 καὶ ἵνα μή τις δύνηται ἀγοράσαι ἢ πωλη̃σαι εἰ μὴ ὁ ἔχων τò χάραγμα τò ὄνομα του̃ θηρίου ἢ τòν ἀριθμòν του̃ ὀνόματος αὐτου̃
18 ὡ̃δε ἡ σοφία ἐστίν ὁ ἔχων νου̃ν ψηφισάτω τòν ἀριθμòν του̃ θηρίου ἀριθμòς γὰρ ἀνθρώπου ἐστίν καὶ ὁ ἀριθμòς αὐτου̃ ἑξακόσιοι ἑξήκοντα ἕξ
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).