Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ, κεφαλίς 22,  στἰχοι 6-21

6 καὶ εἰ̃πέν μοι οὑ̃τοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί καὶ ὁ κύριος ὁ θεòς τω̃ν πνευμάτων τω̃ν προφητω̃ν ἀπέστειλεν τòν ἄγγελον αὐτου̃ δει̃ξαι τοι̃ς δούλοις αὐτου̃ ἃ δει̃ γενέσθαι ἐν τάχει
7 καὶ ἰδοὺ ἔρχομαι ταχύ μακάριος ὁ τηρω̃ν τοὺς λόγους τη̃ς προφητείας του̃ βιβλίου τούτου
8 κἀγὼ ’Ιωάννης ὁ ἀκούων καὶ βλέπων ταυ̃τα καὶ ὅτε ἤκουσα καὶ ἔβλεψα ἔπεσα προσκυνη̃σαι ἔμπροσθεν τω̃ν ποδω̃ν του̃ ἀγγέλου του̃ δεικνύοντός μοι ταυ̃τα
9 καὶ λέγει μοι ὅρα μή σύνδουλός σού εἰμι καὶ τω̃ν ἀδελφω̃ν σου τω̃ν προφητω̃ν καὶ τω̃ν τηρούντων τοὺς λόγους του̃ βιβλίου τούτου τω̨̃ θεω̨̃ προσκύνησον
10 καὶ λέγει μοι μὴ σφραγίση̨ς τοὺς λόγους τη̃ς προφητείας του̃ βιβλίου τούτου ὁ καιρòς γὰρ ἐγγύς ἐστιν
11 ὁ ἀδικω̃ν ἀδικησάτω ἔτι καὶ ὁ ῥυπαρòς ῥυπανθήτω ἔτι καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι καὶ ὁ ἅγιος ἁγιασθήτω ἔτι
12 ἰδοὺ ἔρχομαι ταχύ καὶ ὁ μισθός μου μετ' ἐμου̃ ἀποδου̃ναι ἑκάστω̨ ὡς τò ἔργον ἐστὶν αὐτου̃
13 ἐγὼ τò ἄλφα καὶ τò ὠ̃ ὁ πρω̃τος καὶ ὁ ἔσχατος ἡ ἀρχὴ καὶ τò τέλος
14 μακάριοι οἱ πλύνοντες τὰς στολὰς αὐτω̃ν ἵνα ἔσται ἡ ἐξουσία αὐτω̃ν ἐπὶ τò ξύλον τη̃ς ζωη̃ς καὶ τοι̃ς πυλω̃σιν εἰσέλθωσιν εἰς τὴν πόλιν
15 ἔξω οἱ κύνες καὶ οἱ φάρμακοι καὶ οἱ πόρνοι καὶ οἱ φονει̃ς καὶ οἱ εἰδωλολάτραι καὶ πα̃ς φιλω̃ν καὶ ποιω̃ν ψευ̃δος
16 ἐγὼ ’Ιησου̃ς ἔπεμψα τòν ἄγγελόν μου μαρτυρη̃σαι ὑμι̃ν ταυ̃τα ἐπὶ ται̃ς ἐκκλησίαις ἐγώ εἰμι ἡ ῥίζα καὶ τò γένος Δαυίδ ὁ ἀστὴρ ὁ λαμπρòς ὁ πρωϊνός
17 καὶ τò πνευ̃μα καὶ ἡ νύμφη λέγουσιν ἔρχου καὶ ὁ ἀκούων εἰπάτω ἔρχου καὶ ὁ διψω̃ν ἐρχέσθω ὁ θέλων λαβέτω ὕδωρ ζωη̃ς δωρεάν
18 μαρτυρω̃ ἐγὼ παντὶ τω̨̃ ἀκούοντι τοὺς λόγους τη̃ς προφητείας του̃ βιβλίου τούτου ἐάν τις ἐπιθη̨̃ ἐπ' αὐτά ἐπιθήσει ὁ θεòς ἐπ' αὐτòν τὰς πληγὰς τὰς γεγραμμένας ἐν τω̨̃ βιβλίω̨ τούτω̨
19 καὶ ἐάν τις ἀφέλη̨ ἀπò τω̃ν λόγων του̃ βιβλίου τη̃ς προφητείας ταύτης ἀφελει̃ ὁ θεòς τò μέρος αὐτου̃ ἀπò του̃ ξύλου τη̃ς ζωη̃ς καὶ ἐκ τη̃ς πόλεως τη̃ς ἁγίας τω̃ν γεγραμμένων ἐν τω̨̃ βιβλίω̨ τούτω̨
20 λέγει ὁ μαρτυρω̃ν ταυ̃τα ναί ἔρχομαι ταχύ ἀμήν ἔρχου κύριε ’Ιησου̃
21 ἡ χάρις του̃ κυρίου ’Ιησου̃ μετὰ πάντων
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).