Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ, κεφαλίς 4

μετὰ ταυ̃τα εἰ̃δον καὶ ἰδοὺ θύρα ἠνεω̨γμένη ἐν τω̨̃ οὐρανω̨̃ καὶ ἡ φωνὴ ἡ πρώτη ἣν ἤκουσα ὡς σάλπιγγος λαλούσης μετ' ἐμου̃ λέγων ἀνάβα ὡ̃δε καὶ δείξω σοι ἃ δει̃ γενέσθαι μετὰ ταυ̃τα
εὐθέως ἐγενόμην ἐν πνεύματι καὶ ἰδοὺ θρόνος ἔκειτο ἐν τω̨̃ οὐρανω̨̃ καὶ ἐπὶ τòν θρόνον καθήμενος
καὶ ὁ καθήμενος ὅμοιος ὁράσει λίθω̨ ἰάσπιδι καὶ σαρδίω̨ καὶ ἰ̃ρις κυκλόθεν του̃ θρόνου ὅμοιος ὁράσει σμαραγδίνω̨
καὶ κυκλόθεν του̃ θρόνου θρόνους εἴκοσι τέσσαρες καὶ ἐπὶ τοὺς θρόνους εἴκοσι τέσσαρας πρεσβυτέρους καθημένους περιβεβλημένους ἐν ἱματίοις λευκοι̃ς καὶ ἐπὶ τὰς κεφαλὰς αὐτω̃ν στεφάνους χρυσου̃ς
καὶ ἐκ του̃ θρόνου ἐκπορεύονται ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί καὶ ἑπτὰ λαμπάδες πυρòς καιόμεναι ἐνώπιον του̃ θρόνου ἅ εἰσιν τὰ ἑπτὰ πνεύματα του̃ θεου̃
καὶ ἐνώπιον του̃ θρόνου ὡς θάλασσα ὑαλίνη ὁμοία κρυστάλλω̨ καὶ ἐν μέσω̨ του̃ θρόνου καὶ κύκλω̨ του̃ θρόνου τέσσαρα ζω̨̃α γέμοντα ὀφθαλμω̃ν ἔμπροσθεν καὶ ὄπισθεν
καὶ τò ζω̨̃ον τò πρω̃τον ὅμοιον λέοντι καὶ τò δεύτερον ζω̨̃ον ὅμοιον μόσχω̨ καὶ τò τρίτον ζω̨̃ον ἔχων τò πρόσωπον ὡς ἀνθρώπου καὶ τò τέταρτον ζω̨̃ον ὅμοιον ἀετω̨̃ πετομένω̨
καὶ τὰ τέσσαρα ζω̨̃α ἓν καθ' ἓν αὐτω̃ν ἔχων ἀνὰ πτέρυγας ἕξ κυκλόθεν καὶ ἔσωθεν γέμουσιν ὀφθαλμω̃ν καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν ἡμέρας καὶ νυκτòς λέγοντες ἅγιος ἅγιος ἅγιος κύριος ὁ θεòς ὁ παντοκράτωρ ὁ ἠ̃ν καὶ ὁ ὢν καὶ ὁ ἐρχόμενος
καὶ ὅταν δώσουσιν τὰ ζω̨̃α δόξαν καὶ τιμὴν καὶ εὐχαριστίαν τω̨̃ καθημένω̨ ἐπὶ τω̨̃ θρόνω̨ τω̨̃ ζω̃ντι εἰς τοὺς αἰω̃νας τω̃ν αἰώνων
10 πεσου̃νται οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἐνώπιον του̃ καθημένου ἐπὶ του̃ θρόνου καὶ προσκυνήσουσιν τω̨̃ ζω̃ντι εἰς τοὺς αἰω̃νας τω̃ν αἰώνων καὶ βαλου̃σιν τοὺς στεφάνους αὐτω̃ν ἐνώπιον του̃ θρόνου λέγοντες
11 ἄξιος εἰ̃ ὁ κύριος καὶ ὁ θεòς ἡμω̃ν λαβει̃ν τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὴν δύναμιν ὅτι σὺ ἔκτισας τὰ πάντα καὶ διὰ τò θέλημά σου ἠ̃σαν καὶ ἐκτίσθησαν
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).