Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ, κεφαλίς 5

1 καὶ εἰ̃δον ἐπὶ τὴν δεξιὰν του̃ καθημένου ἐπὶ του̃ θρόνου βιβλίον γεγραμμένον ἔσωθεν καὶ ὄπισθεν κατεσφραγισμένον σφραγι̃σιν ἑπτά
2 καὶ εἰ̃δον ἄγγελον ἰσχυρòν κηρύσσοντα ἐν φωνη̨̃ μεγάλη̨ τίς ἄξιος ἀνοι̃ξαι τò βιβλίον καὶ λυ̃σαι τὰς σφραγι̃δας αὐτου̃
3 καὶ οὐδεὶς ἐδύνατο ἐν τω̨̃ οὐρανω̨̃ οὐδὲ ἐπὶ τη̃ς γη̃ς οὐδὲ ὑποκάτω τη̃ς γη̃ς ἀνοι̃ξαι τò βιβλίον οὔτε βλέπειν αὐτό
4 καὶ ἔκλαιον πολὺ ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοι̃ξαι τò βιβλίον οὔτε βλέπειν αὐτό
5 καὶ εἱ̃ς ἐκ τω̃ν πρεσβυτέρων λέγει μοι μὴ κλαι̃ε ἰδοὺ ἐνίκησεν ὁ λέων ὁ ἐκ τη̃ς φυλη̃ς ’Ιούδα ἡ ῥίζα Δαυίδ ἀνοι̃ξαι τò βιβλίον καὶ τὰς ἑπτὰ σφραγι̃δας αὐτου̃
6 καὶ εἰ̃δον ἐν μέσω̨ του̃ θρόνου καὶ τω̃ν τεσσάρων ζώ̨ων καὶ ἐν μέσω̨ τω̃ν πρεσβυτέρων ἀρνίον ἑστηκòς ὡς ἐσφαγμένον ἔχων κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά οἵ εἰσιν τὰ ἑπτὰ πνεύματα του̃ θεου̃ ἀπεσταλμένοι εἰς πα̃σαν τὴν γη̃ν
7 καὶ ἠ̃λθεν καὶ εἴληφεν ἐκ τη̃ς δεξια̃ς του̃ καθημένου ἐπὶ του̃ θρόνου
8 καὶ ὅτε ἔλαβεν τò βιβλίον τὰ τέσσαρα ζω̨̃α καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἔπεσαν ἐνώπιον του̃ ἀρνίου ἔχοντες ἕκαστος κιθάραν καὶ φιάλας χρυσα̃ς γεμούσας θυμιαμάτων αἵ εἰσιν αἱ προσευχαὶ τω̃ν ἁγίων
9 καὶ ἄ̨δουσιν ὠ̨δὴν καινὴν λέγοντες ἄξιος εἰ̃ λαβει̃ν τò βιβλίον καὶ ἀνοι̃ξαι τὰς σφραγι̃δας αὐτου̃ ὅτι ἐσφάγης καὶ ἠγόρασας τω̨̃ θεω̨̃ ἐν τω̨̃ αἵματί σου ἐκ πάσης φυλη̃ς καὶ γλώσσης καὶ λαου̃ καὶ ἔθνους
10 καὶ ἐποίησας αὐτοὺς τω̨̃ θεω̨̃ ἡμω̃ν βασιλείαν καὶ ἱερει̃ς καὶ βασιλεύσουσιν ἐπὶ τη̃ς γη̃ς
11 καὶ εἰ̃δον καὶ ἤκουσα φωνὴν ἀγγέλων πολλω̃ν κύκλω̨ του̃ θρόνου καὶ τω̃ν ζώ̨ων καὶ τω̃ν πρεσβυτέρων καὶ ἠ̃ν ὁ ἀριθμòς αὐτω̃ν μυριάδες μυριάδων καὶ χιλιάδες χιλιάδων
12 λέγοντες φωνη̨̃ μεγάλη̨ ἄξιόν ἐστιν τò ἀρνίον τò ἐσφαγμένον λαβει̃ν τὴν δύναμιν καὶ πλου̃τον καὶ σοφίαν καὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν
13 καὶ πα̃ν κτίσμα ὃ ἐν τω̨̃ οὐρανω̨̃ καὶ ἐπὶ τη̃ς γη̃ς καὶ ὑποκάτω τη̃ς γη̃ς καὶ ἐπὶ τη̃ς θαλάσσης καὶ τὰ ἐν αὐτοι̃ς πάντα ἤκουσα λέγοντας τω̨̃ καθημένω̨ ἐπὶ τω̨̃ θρόνω̨ καὶ τω̨̃ ἀρνίω̨ ἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τò κράτος εἰς τοὺς αἰω̃νας τω̃ν αἰώνων
14 καὶ τὰ τέσσαρα ζω̨̃α ἔλεγον ἀμήν καὶ οἱ πρεσβύτεροι ἔπεσαν καὶ προσεκύνησαν
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).