ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ,
κεφαλίς 4
1 μετὰ ταυ̃τα εἰ̃δον καὶ ἰδοὺ θύρα ἠνεω̨γμένη ἐν τω̨̃ οὐρανω̨̃ καὶ ἡ φωνὴ ἡ πρώτη ἣν ἤκουσα ὡς σάλπιγγος λαλούσης μετ' ἐμου̃ λέγων ἀνάβα ὡ̃δε καὶ δείξω σοι ἃ δει̃ γενέσθαι μετὰ ταυ̃τα |
2 εὐθέως ἐγενόμην ἐν πνεύματι καὶ ἰδοὺ θρόνος ἔκειτο ἐν τω̨̃ οὐρανω̨̃ καὶ ἐπὶ τòν θρόνον καθήμενος |
3 καὶ ὁ καθήμενος ὅμοιος ὁράσει λίθω̨ ἰάσπιδι καὶ σαρδίω̨ καὶ ἰ̃ρις κυκλόθεν του̃ θρόνου ὅμοιος ὁράσει σμαραγδίνω̨ |
4 καὶ κυκλόθεν του̃ θρόνου θρόνους εἴκοσι τέσσαρες καὶ ἐπὶ τοὺς θρόνους εἴκοσι τέσσαρας πρεσβυτέρους καθημένους περιβεβλημένους ἐν ἱματίοις λευκοι̃ς καὶ ἐπὶ τὰς κεφαλὰς αὐτω̃ν στεφάνους χρυσου̃ς |
5 καὶ ἐκ του̃ θρόνου ἐκπορεύονται ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί καὶ ἑπτὰ λαμπάδες πυρòς καιόμεναι ἐνώπιον του̃ θρόνου ἅ εἰσιν τὰ ἑπτὰ πνεύματα του̃ θεου̃ |
6 καὶ ἐνώπιον του̃ θρόνου ὡς θάλασσα ὑαλίνη ὁμοία κρυστάλλω̨ καὶ ἐν μέσω̨ του̃ θρόνου καὶ κύκλω̨ του̃ θρόνου τέσσαρα ζω̨̃α γέμοντα ὀφθαλμω̃ν ἔμπροσθεν καὶ ὄπισθεν |
7 καὶ τò ζω̨̃ον τò πρω̃τον ὅμοιον λέοντι καὶ τò δεύτερον ζω̨̃ον ὅμοιον μόσχω̨ καὶ τò τρίτον ζω̨̃ον ἔχων τò πρόσωπον ὡς ἀνθρώπου καὶ τò τέταρτον ζω̨̃ον ὅμοιον ἀετω̨̃ πετομένω̨ |
8 καὶ τὰ τέσσαρα ζω̨̃α ἓν καθ' ἓν αὐτω̃ν ἔχων ἀνὰ πτέρυγας ἕξ κυκλόθεν καὶ ἔσωθεν γέμουσιν ὀφθαλμω̃ν καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν ἡμέρας καὶ νυκτòς λέγοντες ἅγιος ἅγιος ἅγιος κύριος ὁ θεòς ὁ παντοκράτωρ ὁ ἠ̃ν καὶ ὁ ὢν καὶ ὁ ἐρχόμενος |
9 καὶ ὅταν δώσουσιν τὰ ζω̨̃α δόξαν καὶ τιμὴν καὶ εὐχαριστίαν τω̨̃ καθημένω̨ ἐπὶ τω̨̃ θρόνω̨ τω̨̃ ζω̃ντι εἰς τοὺς αἰω̃νας τω̃ν αἰώνων |
10 πεσου̃νται οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἐνώπιον του̃ καθημένου ἐπὶ του̃ θρόνου καὶ προσκυνήσουσιν τω̨̃ ζω̃ντι εἰς τοὺς αἰω̃νας τω̃ν αἰώνων καὶ βαλου̃σιν τοὺς στεφάνους αὐτω̃ν ἐνώπιον του̃ θρόνου λέγοντες |
11 ἄξιος εἰ̃ ὁ κύριος καὶ ὁ θεòς ἡμω̃ν λαβει̃ν τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὴν δύναμιν ὅτι σὺ ἔκτισας τὰ πάντα καὶ διὰ τò θέλημά σου ἠ̃σαν καὶ ἐκτίσθησαν |
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ,
κεφαλίς 5
1 καὶ εἰ̃δον ἐπὶ τὴν δεξιὰν του̃ καθημένου ἐπὶ του̃ θρόνου βιβλίον γεγραμμένον ἔσωθεν καὶ ὄπισθεν κατεσφραγισμένον σφραγι̃σιν ἑπτά |
2 καὶ εἰ̃δον ἄγγελον ἰσχυρòν κηρύσσοντα ἐν φωνη̨̃ μεγάλη̨ τίς ἄξιος ἀνοι̃ξαι τò βιβλίον καὶ λυ̃σαι τὰς σφραγι̃δας αὐτου̃ |
3 καὶ οὐδεὶς ἐδύνατο ἐν τω̨̃ οὐρανω̨̃ οὐδὲ ἐπὶ τη̃ς γη̃ς οὐδὲ ὑποκάτω τη̃ς γη̃ς ἀνοι̃ξαι τò βιβλίον οὔτε βλέπειν αὐτό |
4 καὶ ἔκλαιον πολὺ ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοι̃ξαι τò βιβλίον οὔτε βλέπειν αὐτό |
5 καὶ εἱ̃ς ἐκ τω̃ν πρεσβυτέρων λέγει μοι μὴ κλαι̃ε ἰδοὺ ἐνίκησεν ὁ λέων ὁ ἐκ τη̃ς φυλη̃ς ’Ιούδα ἡ ῥίζα Δαυίδ ἀνοι̃ξαι τò βιβλίον καὶ τὰς ἑπτὰ σφραγι̃δας αὐτου̃ |
6 καὶ εἰ̃δον ἐν μέσω̨ του̃ θρόνου καὶ τω̃ν τεσσάρων ζώ̨ων καὶ ἐν μέσω̨ τω̃ν πρεσβυτέρων ἀρνίον ἑστηκòς ὡς ἐσφαγμένον ἔχων κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά οἵ εἰσιν τὰ ἑπτὰ πνεύματα του̃ θεου̃ ἀπεσταλμένοι εἰς πα̃σαν τὴν γη̃ν |
7 καὶ ἠ̃λθεν καὶ εἴληφεν ἐκ τη̃ς δεξια̃ς του̃ καθημένου ἐπὶ του̃ θρόνου |
8 καὶ ὅτε ἔλαβεν τò βιβλίον τὰ τέσσαρα ζω̨̃α καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἔπεσαν ἐνώπιον του̃ ἀρνίου ἔχοντες ἕκαστος κιθάραν καὶ φιάλας χρυσα̃ς γεμούσας θυμιαμάτων αἵ εἰσιν αἱ προσευχαὶ τω̃ν ἁγίων |
9 καὶ ἄ̨δουσιν ὠ̨δὴν καινὴν λέγοντες ἄξιος εἰ̃ λαβει̃ν τò βιβλίον καὶ ἀνοι̃ξαι τὰς σφραγι̃δας αὐτου̃ ὅτι ἐσφάγης καὶ ἠγόρασας τω̨̃ θεω̨̃ ἐν τω̨̃ αἵματί σου ἐκ πάσης φυλη̃ς καὶ γλώσσης καὶ λαου̃ καὶ ἔθνους |
10 καὶ ἐποίησας αὐτοὺς τω̨̃ θεω̨̃ ἡμω̃ν βασιλείαν καὶ ἱερει̃ς καὶ βασιλεύσουσιν ἐπὶ τη̃ς γη̃ς |
11 καὶ εἰ̃δον καὶ ἤκουσα φωνὴν ἀγγέλων πολλω̃ν κύκλω̨ του̃ θρόνου καὶ τω̃ν ζώ̨ων καὶ τω̃ν πρεσβυτέρων καὶ ἠ̃ν ὁ ἀριθμòς αὐτω̃ν μυριάδες μυριάδων καὶ χιλιάδες χιλιάδων |
12 λέγοντες φωνη̨̃ μεγάλη̨ ἄξιόν ἐστιν τò ἀρνίον τò ἐσφαγμένον λαβει̃ν τὴν δύναμιν καὶ πλου̃τον καὶ σοφίαν καὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν |
13 καὶ πα̃ν κτίσμα ὃ ἐν τω̨̃ οὐρανω̨̃ καὶ ἐπὶ τη̃ς γη̃ς καὶ ὑποκάτω τη̃ς γη̃ς καὶ ἐπὶ τη̃ς θαλάσσης καὶ τὰ ἐν αὐτοι̃ς πάντα ἤκουσα λέγοντας τω̨̃ καθημένω̨ ἐπὶ τω̨̃ θρόνω̨ καὶ τω̨̃ ἀρνίω̨ ἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τò κράτος εἰς τοὺς αἰω̃νας τω̃ν αἰώνων |
14 καὶ τὰ τέσσαρα ζω̨̃α ἔλεγον ἀμήν καὶ οἱ πρεσβύτεροι ἔπεσαν καὶ προσεκύνησαν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.