ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ,
κεφαλίς 6,
στἰχοι 1-8
1 καὶ εἰ̃δον ὅτε ἤνοιξεν τò ἀρνίον μίαν ἐκ τω̃ν ἑπτὰ σφραγίδων καὶ ἤκουσα ἑνòς ἐκ τω̃ν τεσσάρων ζώ̨ων λέγοντος ὡς φωνὴ βροντη̃ς ἔρχου |
2 καὶ εἰ̃δον καὶ ἰδοὺ ἵππος λευκός καὶ ὁ καθήμενος ἐπ' αὐτòν ἔχων τόξον καὶ ἐδόθη αὐτω̨̃ στέφανος καὶ ἐξη̃λθεν νικω̃ν καὶ ἵνα νικήση̨ |
3 καὶ ὅτε ἤνοιξεν τὴν σφραγι̃δα τὴν δευτέραν ἤκουσα του̃ δευτέρου ζώ̨ου λέγοντος ἔρχου |
4 καὶ ἐξη̃λθεν ἄλλος ἵππος πυρρός καὶ τω̨̃ καθημένω̨ ἐπ' αὐτòν ἐδόθη αὐτω̨̃ λαβει̃ν τὴν εἰρήνην ἐκ τη̃ς γη̃ς καὶ ἵνα ἀλλήλους σφάξουσιν καὶ ἐδόθη αὐτω̨̃ μάχαιρα μεγάλη |
5 καὶ ὅτε ἤνοιξεν τὴν σφραγι̃δα τὴν τρίτην ἤκουσα του̃ τρίτου ζώ̨ου λέγοντος ἔρχου καὶ εἰ̃δον καὶ ἰδοὺ ἵππος μέλας καὶ ὁ καθήμενος ἐπ' αὐτòν ἔχων ζυγòν ἐν τη̨̃ χειρὶ αὐτου̃ |
6 καὶ ἤκουσα ὡς φωνὴν ἐν μέσω̨ τω̃ν τεσσάρων ζώ̨ων λέγουσαν χοι̃νιξ σίτου δηναρίου καὶ τρει̃ς χοίνικες κριθω̃ν δηναρίου καὶ τò ἔλαιον καὶ τòν οἰ̃νον μὴ ἀδικήση̨ς |
7 καὶ ὅτε ἤνοιξεν τὴν σφραγι̃δα τὴν τετάρτην ἤκουσα φωνὴν του̃ τετάρτου ζώ̨ου λέγοντος ἔρχου |
8 καὶ εἰ̃δον καὶ ἰδοὺ ἵππος χλωρός καὶ ὁ καθήμενος ἐπάνω αὐτου̃ ὄνομα αὐτω̨̃ ὁ θάνατος καὶ ὁ ἅ̨δης ἠκολούθει μετ' αὐτου̃ καὶ ἐδόθη αὐτοι̃ς ἐξουσία ἐπὶ τò τέταρτον τη̃ς γη̃ς ἀποκτει̃ναι ἐν ῥομφαία̨ καὶ ἐν λιμω̨̃ καὶ ἐν θανάτω̨ καὶ ὑπò τω̃ν θηρίων τη̃ς γη̃ς |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.