ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ,
κεφαλίς 5,
στἰχοι 12-19
12 διὰ του̃το ὥσπερ δι' ἑνòς ἀνθρώπου ἡ ἁμαρτία εἰς τòν κόσμον εἰση̃λθεν καὶ διὰ τη̃ς ἁμαρτίας ὁ θάνατος καὶ οὕτως εἰς πάντας ἀνθρώπους ὁ θάνατος διη̃λθεν ἐφ' ὡ̨̃ πάντες ἥμαρτον |
13 ἄχρι γὰρ νόμου ἁμαρτία ἠ̃ν ἐν κόσμω̨ ἁμαρτία δὲ οὐκ ἐλλογει̃ται μὴ ὄντος νόμου |
14 ἀλλὰ ἐβασίλευσεν ὁ θάνατος ἀπò ’Αδὰμ μέχρι Μωϋσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τω̨̃ ὁμοιώματι τη̃ς παραβάσεως ’Αδάμ ὅς ἐστιν τύπος του̃ μέλλοντος |
15 ἀλλ' οὐχ ὡς τò παράπτωμα οὕτως καὶ τò χάρισμα εἰ γὰρ τω̨̃ του̃ ἑνòς παραπτώματι οἱ πολλοὶ ἀπέθανον πολλω̨̃ μα̃λλον ἡ χάρις του̃ θεου̃ καὶ ἡ δωρεὰ ἐν χάριτι τη̨̃ του̃ ἑνòς ἀνθρώπου ’Ιησου̃ Χριστου̃ εἰς τοὺς πολλοὺς ἐπερίσσευσεν |
16 καὶ οὐχ ὡς δι' ἑνòς ἁμαρτήσαντος τò δώρημα τò μὲν γὰρ κρίμα ἐξ ἑνòς εἰς κατάκριμα τò δὲ χάρισμα ἐκ πολλω̃ν παραπτωμάτων εἰς δικαίωμα |
17 εἰ γὰρ τω̨̃ του̃ ἑνòς παραπτώματι ὁ θάνατος ἐβασίλευσεν διὰ του̃ ἑνός πολλω̨̃ μα̃λλον οἱ τὴν περισσείαν τη̃ς χάριτος καὶ τη̃ς δωρεα̃ς τη̃ς δικαιοσύνης λαμβάνοντες ἐν ζωη̨̃ βασιλεύσουσιν διὰ του̃ ἑνòς ’Ιησου̃ Χριστου̃ |
18 ἄρα οὐ̃ν ὡς δι' ἑνòς παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα οὕτως καὶ δι' ἑνòς δικαιώματος εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωη̃ς |
19 ὥσπερ γὰρ διὰ τη̃ς παρακοη̃ς του̃ ἑνòς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί οὕτως καὶ διὰ τη̃ς ὑπακοη̃ς του̃ ἑνòς δίκαιοι κατασταθήσονται οἱ πολλοί |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.