Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ, κεφαλίς 5

δικαιωθέντες οὐ̃ν ἐκ πίστεως εἰρήνην ἔχομεν πρòς τòν θεòν διὰ του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃
δι' οὑ̃ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν τη̨̃ πίστει εἰς τὴν χάριν ταύτην ἐν ἡ̨̃ ἑστήκαμεν καὶ καυχώμεθα ἐπ' ἐλπίδι τη̃ς δόξης του̃ θεου̃
οὐ μόνον δέ ἀλλὰ καὶ καυχώμεθα ἐν ται̃ς θλίψεσιν εἰδότες ὅτι ἡ θλι̃ψις ὑπομονὴν κατεργάζεται
ἡ δὲ ὑπομονὴ δοκιμήν ἡ δὲ δοκιμὴ ἐλπίδα
ἡ δὲ ἐλπὶς οὐ καταισχύνει ὅτι ἡ ἀγάπη του̃ θεου̃ ἐκκέχυται ἐν ται̃ς καρδίαις ἡμω̃ν διὰ πνεύματος ἁγίου του̃ δοθέντος ἡμι̃ν
ἔτι γὰρ Χριστòς ὄντων ἡμω̃ν ἀσθενω̃ν ἔτι κατὰ καιρòν ὑπὲρ ἀσεβω̃ν ἀπέθανεν
μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανει̃ται ὑπὲρ γὰρ του̃ ἀγαθου̃ τάχα τις καὶ τολμα̨̃ ἀποθανει̃ν
συνίστησιν δὲ τὴν ἑαυτου̃ ἀγάπην εἰς ἡμα̃ς ὁ θεòς ὅτι ἔτι ἁμαρτωλω̃ν ὄντων ἡμω̃ν Χριστòς ὑπὲρ ἡμω̃ν ἀπέθανεν
πολλω̨̃ οὐ̃ν μα̃λλον δικαιωθέντες νυ̃ν ἐν τω̨̃ αἵματι αὐτου̃ σωθησόμεθα δι' αὐτου̃ ἀπò τη̃ς ὀργη̃ς
10 εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τω̨̃ θεω̨̃ διὰ του̃ θανάτου του̃ υἱου̃ αὐτου̃ πολλω̨̃ μα̃λλον καταλλαγέντες σωθησόμεθα ἐν τη̨̃ ζωη̨̃ αὐτου̃
11 οὐ μόνον δέ ἀλλὰ καὶ καυχώμενοι ἐν τω̨̃ θεω̨̃ διὰ του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃ δι' οὑ̃ νυ̃ν τὴν καταλλαγὴν ἐλάβομεν
12 διὰ του̃το ὥσπερ δι' ἑνòς ἀνθρώπου ἡ ἁμαρτία εἰς τòν κόσμον εἰση̃λθεν καὶ διὰ τη̃ς ἁμαρτίας ὁ θάνατος καὶ οὕτως εἰς πάντας ἀνθρώπους ὁ θάνατος διη̃λθεν ἐφ' ὡ̨̃ πάντες ἥμαρτον
13 ἄχρι γὰρ νόμου ἁμαρτία ἠ̃ν ἐν κόσμω̨ ἁμαρτία δὲ οὐκ ἐλλογει̃ται μὴ ὄντος νόμου
14 ἀλλὰ ἐβασίλευσεν ὁ θάνατος ἀπò ’Αδὰμ μέχρι Μωϋσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τω̨̃ ὁμοιώματι τη̃ς παραβάσεως ’Αδάμ ὅς ἐστιν τύπος του̃ μέλλοντος
15 ἀλλ' οὐχ ὡς τò παράπτωμα οὕτως καὶ τò χάρισμα εἰ γὰρ τω̨̃ του̃ ἑνòς παραπτώματι οἱ πολλοὶ ἀπέθανον πολλω̨̃ μα̃λλον ἡ χάρις του̃ θεου̃ καὶ ἡ δωρεὰ ἐν χάριτι τη̨̃ του̃ ἑνòς ἀνθρώπου ’Ιησου̃ Χριστου̃ εἰς τοὺς πολλοὺς ἐπερίσσευσεν
16 καὶ οὐχ ὡς δι' ἑνòς ἁμαρτήσαντος τò δώρημα τò μὲν γὰρ κρίμα ἐξ ἑνòς εἰς κατάκριμα τò δὲ χάρισμα ἐκ πολλω̃ν παραπτωμάτων εἰς δικαίωμα
17 εἰ γὰρ τω̨̃ του̃ ἑνòς παραπτώματι ὁ θάνατος ἐβασίλευσεν διὰ του̃ ἑνός πολλω̨̃ μα̃λλον οἱ τὴν περισσείαν τη̃ς χάριτος καὶ τη̃ς δωρεα̃ς τη̃ς δικαιοσύνης λαμβάνοντες ἐν ζωη̨̃ βασιλεύσουσιν διὰ του̃ ἑνòς ’Ιησου̃ Χριστου̃
18 ἄρα οὐ̃ν ὡς δι' ἑνòς παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα οὕτως καὶ δι' ἑνòς δικαιώματος εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωη̃ς
19 ὥσπερ γὰρ διὰ τη̃ς παρακοη̃ς του̃ ἑνòς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί οὕτως καὶ διὰ τη̃ς ὑπακοη̃ς του̃ ἑνòς δίκαιοι κατασταθήσονται οἱ πολλοί
20 νόμος δὲ παρειση̃λθεν ἵνα πλεονάση̨ τò παράπτωμα οὑ̃ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία ὑπερεπερίσσευσεν ἡ χάρις
21 ἵνα ὥσπερ ἐβασίλευσεν ἡ ἁμαρτία ἐν τω̨̃ θανάτω̨ οὕτως καὶ ἡ χάρις βασιλεύση̨ διὰ δικαιοσύνης εἰς ζωὴν αἰώνιον διὰ ’Ιησου̃ Χριστου̃ του̃ κυρίου ἡμω̃ν
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).