1 ἡ σοφία αἰνέσει ψυχὴν αὐτη̃ς καὶ ἐν μέσω̨ λαου̃ αὐτη̃ς καυχήσεται |
2 ἐν ἐκκλησία̨ ὑψίστου στόμα αὐτη̃ς ἀνοίξει καὶ ἔναντι δυνάμεως αὐτου̃ καυχήσεται |
3 ἐγὼ ἀπὸ στόματος ὑψίστου ἐξη̃λθον καὶ ὡς ὁμίχλη κατεκάλυψα γη̃ν |
4 ἐγὼ ἐν ὑψηλοι̃ς κατεσκήνωσα καὶ ὁ θρόνος μου ἐν στύλω̨ νεφέλης |
5 γυ̃ρον οὐρανου̃ ἐκύκλωσα μόνη καὶ ἐν βάθει ἀβύσσων περιεπάτησα |
6 ἐν κύμασιν θαλάσσης καὶ ἐν πάση̨ τη̨̃ γη̨̃ καὶ ἐν παντὶ λαω̨̃ καὶ ἔθνει ἐκτησάμην |
7 μετὰ τούτων πάντων ἀνάπαυσιν ἐζήτησα καὶ ἐν κληρονομία̨ τίνος αὐλισθήσομαι |
8 τότε ἐνετείλατό μοι ὁ κτίστης ἁπάντων καὶ ὁ κτίσας με κατέπαυσεν τὴν σκηνήν μου καὶ εἰ̃πεν ἐν Ιακωβ κατασκήνωσον καὶ ἐν Ισραηλ κατακληρονομήθητι |
9 πρὸ του̃ αἰω̃νος ἀπ' ἀρχη̃ς ἔκτισέν με καὶ ἕως αἰω̃νος οὐ μὴ ἐκλίπω |
10 ἐν σκηνη̨̃ ἁγία̨ ἐνώπιον αὐτου̃ ἐλειτούργησα καὶ οὕτως ἐν Σιων ἐστηρίχθην |
11 ἐν πόλει ἠγαπημένη̨ ὁμοίως με κατέπαυσεν καὶ ἐν Ιερουσαλημ ἡ ἐξουσία μου |
12 καὶ ἐρρίζωσα ἐν λαω̨̃ δεδοξασμένω̨ ἐν μερίδι κυρίου κληρονομίας αὐτου̃ |
13 ὡς κέδρος ἀνυψώθην ἐν τω̨̃ Λιβάνω̨ καὶ ὡς κυπάρισσος ἐν ὄρεσιν Αερμων |
14 ὡς φοι̃νιξ ἀνυψώθην ἐν Αιγγαδοις καὶ ὡς φυτὰ ῥόδου ἐν Ιεριχω ὡς ἐλαία εὐπρεπὴς ἐν πεδίω̨ καὶ ἀνυψώθην ὡς πλάτανος |
15 ὡς κιννάμωμον καὶ ἀσπάλαθος ἀρωμάτων δέδωκα ὀσμὴν καὶ ὡς σμύρνα ἐκλεκτὴ διέδωκα εὐωδίαν ὡς χαλβάνη καὶ ὄνυξ καὶ στακτὴ καὶ ὡς λιβάνου ἀτμὶς ἐν σκηνη̨̃ |
16 ἐγὼ ὡς τερέμινθος ἐξέτεινα κλάδους μου καὶ οἱ κλάδοι μου κλάδοι δόξης καὶ χάριτος |
17 ἐγὼ ὡς ἄμπελος ἐβλάστησα χάριν καὶ τὰ ἄνθη μου καρπὸς δόξης καὶ πλούτου |
|
19 προσέλθετε πρός με οἱ ἐπιθυμου̃ντές μου καὶ ἀπὸ τω̃ν γενημάτων μου ἐμπλήσθητε |
20 τὸ γὰρ μνημόσυνόν μου ὑπὲρ τὸ μέλι γλυκύ καὶ ἡ κληρονομία μου ὑπὲρ μέλιτος κηρίον |
21 οἱ ἐσθίοντές με ἔτι πεινάσουσιν καὶ οἱ πίνοντές με ἔτι διψήσουσιν |
22 ὁ ὑπακούων μου οὐκ αἰσχυνθήσεται καὶ οἱ ἐργαζόμενοι ἐν ἐμοὶ οὐχ ἁμαρτήσουσιν |
23 ταυ̃τα πάντα βίβλος διαθήκης θεου̃ ὑψίστου νόμον ὃν ἐνετείλατο ἡμι̃ν Μωυση̃ς κληρονομίαν συναγωγαι̃ς Ιακωβ |
|
25 ὁ πιμπλω̃ν ὡς Φισων σοφίαν καὶ ὡς Τίγρις ἐν ἡμέραις νέων |
26 ὁ ἀναπληρω̃ν ὡς Εὐφράτης σύνεσιν καὶ ὡς Ιορδάνης ἐν ἡμέραις θερισμου̃ |
27 ὁ ἐκφαίνων ὡς φω̃ς παιδείαν ὡς Γηων ἐν ἡμέραις τρυγήτου |
28 οὐ συνετέλεσεν ὁ πρω̃τος γνω̃ναι αὐτήν καὶ οὕτως ὁ ἔσχατος οὐκ ἐξιχνίασεν αὐτήν |
29 ἀπὸ γὰρ θαλάσσης ἐπληθύνθη διανόημα αὐτη̃ς καὶ ἡ βουλὴ αὐτη̃ς ἀπὸ ἀβύσσου μεγάλης |
30 κἀγὼ ὡς διω̃ρυξ ἀπὸ ποταμου̃ καὶ ὡς ὑδραγωγὸς ἐξη̃λθον εἰς παράδεισον |
31 εἰ̃πα ποτιω̃ μου τὸν κη̃πον καὶ μεθύσω μου τὴν πρασιάν καὶ ἰδοὺ ἐγένετό μοι ἡ διω̃ρυξ εἰς ποταμόν καὶ ὁ ποταμός μου ἐγένετο εἰς θάλασσαν |
32 ἔτι παιδείαν ὡς ὄρθρον φωτιω̃ καὶ ἐκφανω̃ αὐτὰ ἕως εἰς μακράν |
33 ἔτι διδασκαλίαν ὡς προφητείαν ἐκχεω̃ καὶ καταλείψω αὐτὴν εἰς γενεὰς αἰώνων |
34 ἴδετε ὅτι οὐκ ἐμοὶ μόνω̨ ἐκοπίασα ἀλλ' ἅπασιν τοι̃ς ἐκζητου̃σιν αὐτήν |