1 ἐν τρισὶν ὡραΐσθην καὶ ἀνέστην ὡραία ἔναντι κυρίου καὶ ἀνθρώπων ὁμόνοια ἀδελφω̃ν καὶ φιλία τω̃ν πλησίον καὶ γυνὴ καὶ ἀνὴρ ἑαυτοι̃ς συμπεριφερόμενοι |
2 τρία δὲ εἴδη ἐμίσησεν ἡ ψυχή μου καὶ προσώχθισα σφόδρα τη̨̃ ζωη̨̃ αὐτω̃ν πτωχὸν ὑπερήφανον καὶ πλούσιον ψεύστην γέροντα μοιχὸν ἐλαττούμενον συνέσει |
3 ἐν νεότητι οὐ συναγείοχας καὶ πω̃ς ἂν εὕροις ἐν τω̨̃ γήρα̨ σου |
4 ὡς ὡραι̃ον πολιαι̃ς κρίσις καὶ πρεσβυτέροις ἐπιγνω̃ναι βουλήν |
5 ὡς ὡραία γερόντων σοφία καὶ δεδοξασμένοις διανόημα καὶ βουλή |
6 στέφανος γερόντων πολυπειρία καὶ τὸ καύχημα αὐτω̃ν φόβος κυρίου |
7 ἐννέα ὑπονοήματα ἐμακάρισα ἐν καρδία̨ καὶ τὸ δέκατον ἐρω̃ ἐπὶ γλώσσης ἄνθρωπος εὐφραινόμενος ἐπὶ τέκνοις ζω̃ν καὶ βλέπων ἐπὶ πτώσει ἐχθρω̃ν |
8 μακάριος ὁ συνοικω̃ν γυναικὶ συνετη̨̃ καὶ ὃς ἐν γλώσση̨ οὐκ ὠλίσθησεν καὶ ὃς οὐκ ἐδούλευσεν ἀναξίω̨ ἑαυτου̃ |
9 μακάριος ὃς εὑ̃ρεν φρόνησιν καὶ ὁ διηγούμενος εἰς ὠ̃τα ἀκουόντων |
10 ὡς μέγας ὁ εὑρὼν σοφίαν ἀλλ' οὐκ ἔστιν ὑπὲρ τὸν φοβούμενον τὸν κύριον |
11 φόβος κυρίου ὑπὲρ πα̃ν ὑπερέβαλεν ὁ κρατω̃ν αὐτου̃ τίνι ὁμοιωθήσεται |
|
13 πα̃σαν πληγὴν καὶ μὴ πληγὴν καρδίας καὶ πα̃σαν πονηρίαν καὶ μὴ πονηρίαν γυναικός |
14 πα̃σαν ἐπαγωγὴν καὶ μὴ ἐπαγωγὴν μισούντων καὶ πα̃σαν ἐκδίκησιν καὶ μὴ ἐκδίκησιν ἐχθρω̃ν |
15 οὐκ ἔστιν κεφαλὴ ὑπὲρ κεφαλὴν ὄφεως καὶ οὐκ ἔστιν θυμὸς ὑπὲρ θυμὸν ἐχθρου̃ |
16 συνοικη̃σαι λέοντι καὶ δράκοντι εὐδοκήσω ἢ συνοικη̃σαι μετὰ γυναικὸς πονηρα̃ς |
17 πονηρία γυναικὸς ἀλλοιοι̃ τὴν ὅρασιν αὐτη̃ς καὶ σκοτοι̃ τὸ πρόσωπον αὐτη̃ς ὡς ἄρκος |
18 ἀνὰ μέσον τω̃ν πλησίον αὐτου̃ ἀναπεσει̃ται ὁ ἀνὴρ αὐτη̃ς καὶ ἀκουσίως ἀνεστέναξεν πικρά |
19 μικρὰ πα̃σα κακία πρὸς κακίαν γυναικός κλη̃ρος ἁμαρτωλου̃ ἐπιπέσοι αὐτη̨̃ |
20 ἀνάβασις ἀμμώδης ἐν ποσὶν πρεσβυτέρου οὕτως γυνὴ γλωσσώδης ἀνδρὶ ἡσύχω̨ |
21 μὴ προσπέση̨ς ἐπὶ κάλλος γυναικὸς καὶ γυναι̃κα μὴ ἐπιποθήση̨ς |
22 ὀργὴ καὶ ἀναίδεια καὶ αἰσχύνη μεγάλη γυνὴ ἐὰν ἐπιχορηγη̨̃ τω̨̃ ἀνδρὶ αὐτη̃ς |
23 καρδία ταπεινὴ καὶ πρόσωπον σκυθρωπὸν καὶ πληγὴ καρδίας γυνὴ πονηρά χει̃ρες παρειμέναι καὶ γόνατα παραλελυμένα ἥτις οὐ μακαριει̃ τὸν ἄνδρα αὐτη̃ς |
24 ἀπὸ γυναικὸς ἀρχὴ ἁμαρτίας καὶ δι' αὐτὴν ἀποθνή̨σκομεν πάντες |
25 μὴ δω̨̃ς ὕδατι διέξοδον μηδὲ γυναικὶ πονηρα̨̃ παρρησίαν |
26 εἰ μὴ πορεύεται κατὰ χει̃ράς σου ἀπὸ τω̃ν σαρκω̃ν σου ἀπότεμε αὐτήν |