Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΣΟΦΊΑ SEIRAC, κεφαλίς 40

1 ἀσχολία μεγάλη ἔκτισται παντὶ ἀνθρώπω̨ καὶ ζυγὸς βαρὺς ἐπὶ υἱοὺς Αδαμ ἀφ' ἡμέρας ἐξόδου ἐκ γαστρὸς μητρὸς αὐτω̃ν ἕως ἡμέρας ἐπιστροφη̃ς εἰς μητέρα πάντων
2 τοὺς διαλογισμοὺς αὐτω̃ν καὶ φόβον καρδίας ἐπίνοια προσδοκίας ἡμέρα τελευτη̃ς
3 ἀπὸ καθημένου ἐπὶ θρόνου ἐνδόξου καὶ ἕως τεταπεινωμένου ἐν γη̨̃ καὶ σποδω̨̃
4 ἀπὸ φορου̃ντος ὑακίνθινον καὶ στέφανον καὶ ἕως περιβαλλομένου ὠμόλινον θυμὸς καὶ ζη̃λος καὶ ταραχὴ καὶ σάλος καὶ φόβος θανάτου καὶ μηνίαμα καὶ ἔρις
5 καὶ ἐν καιρω̨̃ ἀναπαύσεως ἐπὶ κοίτης ὕπνος νυκτὸς ἀλλοιοι̃ γνω̃σιν αὐτου̃
6 ὀλίγον ὡς οὐδὲν ἐν ἀναπαύσει καὶ ἀπ' ἐκείνου ἐν ὕπνοις ὡς ἐν ἡμέρα̨ σκοπια̃ς τεθορυβημένος ἐν ὁράσει καρδίας αὐτου̃ ὡς ἐκπεφευγὼς ἀπὸ προσώπου πολέμου
7 ἐν καιρω̨̃ χρείας αὐτου̃ ἐξηγέρθη καὶ ἀποθαυμάζων εἰς οὐδένα φόβον
8 μετὰ πάσης σαρκὸς ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἐπὶ ἁμαρτωλω̃ν ἑπταπλάσια πρὸς ταυ̃τα
9 θάνατος καὶ αἱ̃μα καὶ ἔρις καὶ ῥομφαία ἐπαγωγαί λιμὸς καὶ σύντριμμα καὶ μάστιξ
10 ἐπὶ τοὺς ἀνόμους ἐκτίσθη ταυ̃τα πάντα καὶ δι' αὐτοὺς ἐγένετο ὁ κατακλυσμός
11 πάντα ὅσα ἀπὸ γη̃ς εἰς γη̃ν ἀναστρέφει καὶ ἀπὸ ὑδάτων εἰς θάλασσαν ἀνακάμπτει
12 πα̃ν δω̃ρον καὶ ἀδικία ἐξαλειφθήσεται καὶ πίστις εἰς τὸν αἰω̃να στήσεται
13 χρήματα ἀδίκων ὡς ποταμὸς ξηρανθήσεται καὶ ὡς βροντὴ μεγάλη ἐν ὑετω̨̃ ἐξηχήσει
14 ἐν τω̨̃ ἀνοι̃ξαι αὐτὸν χει̃ρας εὐφρανθήσεται οὕτως οἱ παραβαίνοντες εἰς συντέλειαν ἐκλείψουσιν
15 ἔκγονα ἀσεβω̃ν οὐ πληθυνει̃ κλάδους καὶ ῥίζαι ἀκάθαρτοι ἐπ' ἀκροτόμου πέτρας
16 ἄχι ἐπὶ παντὸς ὕδατος καὶ χείλους ποταμου̃ πρὸ παντὸς χόρτου ἐκτιλήσεται
17 χάρις ὡς παράδεισος ἐν εὐλογίαις καὶ ἐλεημοσύνη εἰς τὸν αἰω̃να διαμενει̃
18 ζωὴ αὐτάρκους καὶ ἐργάτου γλυκανθήσεται καὶ ὑπὲρ ἀμφότερα ὁ εὑρίσκων θησαυρόν
19 τέκνα καὶ οἰκοδομὴ πόλεως στηρίζουσιν ὄνομα καὶ ὑπὲρ ἀμφότερα γυνὴ ἄμωμος λογίζεται
20 οἰ̃νος καὶ μουσικὰ εὐφραίνουσιν καρδίαν καὶ ὑπὲρ ἀμφότερα ἀγάπησις σοφίας
21 αὐλὸς καὶ ψαλτήριον ἡδύνουσιν μέλη καὶ ὑπὲρ ἀμφότερα γλω̃σσα ἡδει̃α
22 χάριν καὶ κάλλος ἐπιθυμήσει ὀφθαλμὸς καὶ ὑπὲρ ἀμφότερα χλόην σπόρου
23 φίλος καὶ ἑται̃ρος εἰς καιρὸν ἀπαντω̃ντες καὶ ὑπὲρ ἀμφότερα γυνὴ μετὰ ἀνδρός
24 ἀδελφοὶ καὶ βοήθεια εἰς καιρὸν θλίψεως καὶ ὑπὲρ ἀμφότερα ἐλεημοσύνη ῥύσεται
25 χρυσίον καὶ ἀργύριον ἐπιστήσουσιν πόδα καὶ ὑπὲρ ἀμφότερα βουλὴ εὐδοκιμει̃ται
26 χρήματα καὶ ἰσχὺς ἀνυψώσουσιν καρδίαν καὶ ὑπὲρ ἀμφότερα φόβος κυρίου οὐκ ἔστιν ἐν φόβω̨ κυρίου ἐλάττωσις καὶ οὐκ ἔστιν ἐπιζητη̃σαι ἐν αὐτω̨̃ βοήθειαν
27 φόβος κυρίου ὡς παράδεισος εὐλογίας καὶ ὑπὲρ πα̃σαν δόξαν ἐκάλυψεν αὐτόν
28 τέκνον ζωὴν ἐπαιτήσεως μὴ βιώση̨ς κρει̃σσον ἀποθανει̃ν ἢ ἐπαιτει̃ν
29 ἀνὴρ βλέπων εἰς τράπεζαν ἀλλοτρίαν οὐκ ἔστιν αὐτου̃ ὁ βίος ἐν λογισμω̨̃ ζωη̃ς ἀλισγήσει ψυχὴν αὐτου̃ ἐν ἐδέσμασιν ἀλλοτρίοις ἀνὴρ δὲ ἐπιστήμων καὶ πεπαιδευμένος φυλάξεται
30 ἐν στόματι ἀναιδου̃ς γλυκανθήσεται ἐπαίτησις καὶ ἐν κοιλία̨ αὐτου̃ πυ̃ρ καήσεται
Читать далее:ΣΟΦΊΑ SEIRAC, κεφαλίς 41
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).