Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΣΟΦΊΑ SEIRAC, κεφαλίς 50

Σιμων Ονιου υἱὸς ἱερεὺς ὁ μέγας ὃς ἐν ζωη̨̃ αὐτου̃ ὑπέρραψεν οἰ̃κον καὶ ἐν ἡμέραις αὐτου̃ ἐστερέωσεν ναόν
καὶ ὑπ' αὐτου̃ ἐθεμελιώθη ὕψος διπλη̃ς ἀνάλημμα ὑψηλὸν περιβόλου ἱερου̃
ἐν ἡμέραις αὐτου̃ ἐλατομήθη ἀποδοχει̃ον ὑδάτων λάκκος ὡσεὶ θαλάσσης τὸ περίμετρον
ὁ φροντίζων του̃ λαου̃ αὐτου̃ ἀπὸ πτώσεως καὶ ἐνισχύσας πόλιν ἐν πολιορκήσει
ὡς ἐδοξάσθη ἐν περιστροφη̨̃ λαου̃ ἐν ἐξόδω̨ οἴκου καταπετάσματος
ὡς ἀστὴρ ἑωθινὸς ἐν μέσω̨ νεφελω̃ν ὡς σελήνη πλήρης ἐν ἡμέραις
ὡς ἥλιος ἐκλάμπων ἐπὶ ναὸν ὑψίστου καὶ ὡς τόξον φωτίζον ἐν νεφέλαις δόξης
ὡς ἄνθος ῥόδων ἐν ἡμέραις νέων ὡς κρίνα ἐπ' ἐξόδω̨ ὕδατος ὡς βλαστὸς Λιβάνου ἐν ἡμέραις θέρους
ὡς πυ̃ρ καὶ λίβανος ἐπὶ πυρείου ὡς σκευ̃ος χρυσίου ὁλοσφύρητον κεκοσμημένον παντὶ λίθω̨ πολυτελει̃
10 ὡς ἐλαία ἀναθάλλουσα καρποὺς καὶ ὡς κυπάρισσος ὑψουμένη ἐν νεφέλαις
11 ἐν τω̨̃ ἀναλαμβάνειν αὐτὸν στολὴν δόξης καὶ ἐνδιδύσκεσθαι αὐτὸν συντέλειαν καυχήματος ἐν ἀναβάσει θυσιαστηρίου ἁγίου ἐδόξασεν περιβολὴν ἁγιάσματος
12 ἐν δὲ τω̨̃ δέχεσθαι μέλη ἐκ χειρω̃ν ἱερέων καὶ αὐτὸς ἑστὼς παρ' ἐσχάρα̨ βωμου̃ κυκλόθεν αὐτου̃ στέφανος ἀδελφω̃ν ὡς βλάστημα κέδρων ἐν τω̨̃ Λιβάνω̨ καὶ ἐκύκλωσαν αὐτὸν ὡς στελέχη φοινίκων
13 καὶ πάντες οἱ υἱοὶ Ααρων ἐν δόξη̨ αὐτω̃ν καὶ προσφορὰ κυρίου ἐν χερσὶν αὐτω̃ν ἔναντι πάσης ἐκκλησίας Ισραηλ
14 καὶ συντέλειαν λειτουργω̃ν ἐπὶ βωμω̃ν κοσμη̃σαι προσφορὰν ὑψίστου παντοκράτορος
15 ἐξέτεινεν ἐπὶ σπονδείου χει̃ρα αὐτου̃ καὶ ἔσπεισεν ἐξ αἵματος σταφυλη̃ς ἐξέχεεν εἰς θεμέλια θυσιαστηρίου ὀσμὴν εὐωδίας ὑψίστω̨ παμβασιλει̃
16 τότε ἀνέκραγον οἱ υἱοὶ Ααρων ἐν σάλπιγξιν ἐλαται̃ς ἤχησαν ἀκουστὴν ἐποίησαν φωνὴν μεγάλην εἰς μνημόσυνον ἔναντι ὑψίστου
17 τότε πα̃ς ὁ λαὸς κοινη̨̃ κατέσπευσαν καὶ ἔπεσαν ἐπὶ πρόσωπον ἐπὶ τὴν γη̃ν προσκυνη̃σαι τω̨̃ κυρίω̨ αὐτω̃ν παντοκράτορι θεω̨̃ ὑψίστω̨
18 καὶ ἤ̨νεσαν οἱ ψαλτω̨δοὶ ἐν φωναι̃ς αὐτω̃ν ἐν πλείστω̨ ἤχω̨ ἐγλυκάνθη μέλος
19 καὶ ἐδεήθη ὁ λαὸς κυρίου ὑψίστου ἐν προσευχη̨̃ κατέναντι ἐλεήμονος ἕως συντελεσθη̨̃ κόσμος κυρίου καὶ τὴν λειτουργίαν αὐτου̃ ἐτελείωσαν
20 τότε καταβὰς ἐπη̃ρεν χει̃ρας αὐτου̃ ἐπὶ πα̃σαν ἐκκλησίαν υἱω̃ν Ισραηλ δου̃ναι εὐλογίαν κυρίου ἐκ χειλέων αὐτου̃ καὶ ἐν ὀνόματι αὐτου̃ καυχήσασθαι
21 καὶ ἐδευτέρωσαν ἐν προσκυνήσει ἐπιδέξασθαι τὴν εὐλογίαν παρὰ ὑψίστου
22 καὶ νυ̃ν εὐλογήσατε τὸν θεὸν πάντων τὸν μεγάλα ποιου̃ντα πάντη̨ τὸν ὑψου̃ντα ἡμέρας ἡμω̃ν ἐκ μήτρας καὶ ποιου̃ντα μεθ' ἡμω̃ν κατὰ τὸ ἔλεος αὐτου̃
23 δώ̨η ἡμι̃ν εὐφροσύνην καρδίας καὶ γενέσθαι εἰρήνην ἐν ἡμέραις ἡμω̃ν ἐν Ισραηλ κατὰ τὰς ἡμέρας του̃ αἰω̃νος
24 ἐμπιστεύσαι μεθ' ἡμω̃ν τὸ ἔλεος αὐτου̃ καὶ ἐν ται̃ς ἡμέραις ἡμω̃ν λυτρωσάσθω ἡμα̃ς
25 ἐν δυσὶν ἔθνεσιν προσώχθισεν ἡ ψυχή μου καὶ τὸ τρίτον οὐκ ἔστιν ἔθνος
26 οἱ καθήμενοι ἐν ὄρει Σαμαρείας καὶ Φυλιστιιμ καὶ ὁ λαὸς ὁ μωρὸς ὁ κατοικω̃ν ἐν Σικιμοις
27 παιδείαν συνέσεως καὶ ἐπιστήμης ἐχάραξεν ἐν τω̨̃ βιβλίω̨ τούτω̨ 'Ιησου̃ς υἱὸς Σιραχ Ελεαζαρ ὁ Ιεροσολυμίτης ὃς ἀνώμβρησεν σοφίαν ἀπὸ καρδίας αὐτου̃
28 μακάριος ὃς ἐν τούτοις ἀναστραφήσεται καὶ θεὶς αὐτὰ ἐπὶ καρδίαν αὐτου̃ σοφισθήσεται
29 ἐὰν γὰρ αὐτὰ ποιήση̨ πρὸς πάντα ἰσχύσει ὅτι φω̃ς κυρίου τὸ ἴχνος αὐτου̃
Читать далее:ΣΟΦΊΑ SEIRAC, κεφαλίς 51
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).