ΑΣΜΑ,
κεφαλίς 1
1 ἀ̨̃σμα ἀ̨σμάτων ὅ ἐστιν τω̨̃ Σαλωμων |
2 φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτου̃ ὅτι ἀγαθοὶ μαστοί σου ὑπὲρ οἰ̃νον |
3 καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα μύρον ἐκκενωθὲν ὄνομά σου διὰ του̃το νεάνιδες ἠγάπησάν σε |
4 εἵλκυσάν σε ὀπίσω σου εἰς ὀσμὴν μύρων σου δραμου̃μεν εἰσήνεγκέν με ὁ βασιλεὺς εἰς τὸ ταμίειον αὐτου̃ ἀγαλλιασώμεθα καὶ εὐφρανθω̃μεν ἐν σοί ἀγαπήσομεν μαστούς σου ὑπὲρ οἰ̃νον εὐθύτης ἠγάπησέν σε |
5 μέλαινά εἰμι καὶ καλή θυγατέρες Ιερουσαλημ ὡς σκηνώματα Κηδαρ ὡς δέρρεις Σαλωμων |
6 μὴ βλέψητέ με ὅτι ἐγώ εἰμι μεμελανωμένη ὅτι παρέβλεψέν με ὁ ἥλιος υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί ἔθεντό με φυλάκισσαν ἐν ἀμπελω̃σιν ἀμπελω̃να ἐμὸν οὐκ ἐφύλαξα |
7 ἀπάγγειλόν μοι ὃν ἠγάπησεν ἡ ψυχή μου που̃ ποιμαίνεις που̃ κοιτάζεις ἐν μεσημβρία̨ μήποτε γένωμαι ὡς περιβαλλομένη ἐπ' ἀγέλαις ἑταίρων σου |
8 ἐὰν μὴ γνω̨̃ς σεαυτήν ἡ καλὴ ἐν γυναιξίν ἔξελθε σὺ ἐν πτέρναις τω̃ν ποιμνίων καὶ ποίμαινε τὰς ἐρίφους σου ἐπὶ σκηνώμασιν τω̃ν ποιμένων |
9 τη̨̃ ἵππω̨ μου ἐν ἅρμασιν Φαραω ὡμοίωσά σε ἡ πλησίον μου |
10 τί ὡραιώθησαν σιαγόνες σου ὡς τρυγόνες τράχηλός σου ὡς ὁρμίσκοι |
11 ὁμοιώματα χρυσίου ποιήσομέν σοι μετὰ στιγμάτων του̃ ἀργυρίου |
12 ἕως οὑ̃ ὁ βασιλεὺς ἐν ἀνακλίσει αὐτου̃ νάρδος μου ἔδωκεν ὀσμὴν αὐτου̃ |
13 ἀπόδεσμος τη̃ς στακτη̃ς ἀδελφιδός μου ἐμοί ἀνὰ μέσον τω̃ν μαστω̃ν μου αὐλισθήσεται |
14 βότρυς τη̃ς κύπρου ἀδελφιδός μου ἐμοὶ ἐν ἀμπελω̃σιν Εγγαδδι |
15 ἰδοὺ εἰ̃ καλή ἡ πλησίον μου ἰδοὺ εἰ̃ καλή ὀφθαλμοί σου περιστεραί |
16 ἰδοὺ εἰ̃ καλός ὁ ἀδελφιδός μου καί γε ὡραι̃ος πρὸς κλίνη ἡμω̃ν σύσκιος |
17 δοκοὶ οἴκων ἡμω̃ν κέδροι φατνώματα ἡμω̃ν κυπάρισσοι |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.