ΑΣΜΑ,
κεφαλίς 2
1 ἐγὼ ἄνθος του̃ πεδίου κρίνον τω̃ν κοιλάδων |
2 ὡς κρίνον ἐν μέσω̨ ἀκανθω̃ν οὕτως ἡ πλησίον μου ἀνὰ μέσον τω̃ν θυγατέρων |
3 ὡς μη̃λον ἐν τοι̃ς ξύλοις του̃ δρυμου̃ οὕτως ἀδελφιδός μου ἀνὰ μέσον τω̃ν υἱω̃ν ἐν τη̨̃ σκια̨̃ αὐτου̃ ἐπεθύμησα καὶ ἐκάθισα καὶ καρπὸς αὐτου̃ γλυκὺς ἐν λάρυγγί μου |
4 εἰσαγάγετέ με εἰς οἰ̃κον του̃ οἴνου τάξατε ἐπ' ἐμὲ ἀγάπην |
5 στηρίσατέ με ἐν ἀμόραις στοιβάσατέ με ἐν μήλοις ὅτι τετρωμένη ἀγάπης ἐγώ |
6 εὐώνυμος αὐτου̃ ὑπὸ τὴν κεφαλήν μου καὶ ἡ δεξιὰ αὐτου̃ περιλήμψεταί με |
7 ὥρκισα ὑμα̃ς θυγατέρες Ιερουσαλημ ἐν ται̃ς δυνάμεσιν καὶ ἐν ται̃ς ἰσχύσεσιν του̃ ἀγρου̃ ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην ἕως οὑ̃ θελήση̨ |
8 φωνὴ ἀδελφιδου̃ μου ἰδοὺ οὑ̃τος ἥκει πηδω̃ν ἐπὶ τὰ ὄρη διαλλόμενος ἐπὶ τοὺς βουνούς |
9 ὅμοιός ἐστιν ἀδελφιδός μου τη̨̃ δορκάδι ἢ νεβρω̨̃ ἐλάφων ἐπὶ τὰ ὄρη Βαιθηλ ἰδοὺ οὑ̃τος ἕστηκεν ὀπίσω του̃ τοίχου ἡμω̃ν παρακύπτων διὰ τω̃ν θυρίδων ἐκκύπτων διὰ τω̃ν δικτύων |
10 ἀποκρίνεται ἀδελφιδός μου καὶ λέγει μοι ἀνάστα ἐλθέ ἡ πλησίον μου καλή μου περιστερά μου |
11 ὅτι ἰδοὺ ὁ χειμὼν παρη̃λθεν ὁ ὑετὸς ἀπη̃λθεν ἐπορεύθη ἑαυτω̨̃ |
12 τὰ ἄνθη ὤφθη ἐν τη̨̃ γη̨̃ καιρὸς τη̃ς τομη̃ς ἔφθακεν φωνὴ του̃ τρυγόνος ἠκούσθη ἐν τη̨̃ γη̨̃ ἡμω̃ν |
13 ἡ συκη̃ ἐξήνεγκεν ὀλύνθους αὐτη̃ς αἱ ἄμπελοι κυπρίζουσιν ἔδωκαν ὀσμήν ἀνάστα ἐλθέ ἡ πλησίον μου καλή μου περιστερά μου |
14 καὶ ἐλθὲ σύ περιστερά μου ἐν σκέπη̨ τη̃ς πέτρας ἐχόμενα του̃ προτειχίσματος δει̃ξόν μοι τὴν ὄψιν σου καὶ ἀκούτισόν με τὴν φωνήν σου ὅτι ἡ φωνή σου ἡδει̃α καὶ ἡ ὄψις σου ὡραία |
15 πιάσατε ἡμι̃ν ἀλώπεκας μικροὺς ἀφανίζοντας ἀμπελω̃νας καὶ αἱ ἄμπελοι ἡμω̃ν κυπρίζουσιν |
16 ἀδελφιδός μου ἐμοί κἀγὼ αὐτω̨̃ ὁ ποιμαίνων ἐν τοι̃ς κρίνοις |
17 ἕως οὑ̃ διαπνεύση̨ ἡ ἡμέρα καὶ κινηθω̃σιν αἱ σκιαί ἀπόστρεψον ὁμοιώθητι σύ ἀδελφιδέ μου τω̨̃ δόρκωνι ἢ νεβρω̨̃ ἐλάφων ἐπὶ ὄρη κοιλωμάτων |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.