Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΑΣΜΑ, κεφαλίς 3

ἐπὶ κοίτην μου ἐν νυξὶν ἐζήτησα ὃν ἠγάπησεν ἡ ψυχή μου ἐζήτησα αὐτὸν καὶ οὐχ εὑ̃ρον αὐτόν ἐκάλεσα αὐτόν καὶ οὐχ ὑπήκουσέν μου
ἀναστήσομαι δὴ καὶ κυκλώσω ἐν τη̨̃ πόλει ἐν ται̃ς ἀγοραι̃ς καὶ ἐν ται̃ς πλατείαις καὶ ζητήσω ὃν ἠγάπησεν ἡ ψυχή μου ἐζήτησα αὐτὸν καὶ οὐχ εὑ̃ρον αὐτόν
εὕροσάν με οἱ τηρου̃ντες οἱ κυκλου̃ντες ἐν τη̨̃ πόλει μὴ ὃν ἠγάπησεν ἡ ψυχή μου εἴδετε
ὡς μικρὸν ὅτε παρη̃λθον ἀπ' αὐτω̃ν ἕως οὑ̃ εὑ̃ρον ὃν ἠγάπησεν ἡ ψυχή μου ἐκράτησα αὐτὸν καὶ οὐκ ἀφήσω αὐτόν ἕως οὑ̃ εἰσήγαγον αὐτὸν εἰς οἰ̃κον μητρός μου καὶ εἰς ταμίειον τη̃ς συλλαβούσης με
ὥρκισα ὑμα̃ς θυγατέρες Ιερουσαλημ ἐν ται̃ς δυνάμεσιν καὶ ἐν ται̃ς ἰσχύσεσιν του̃ ἀγρου̃ ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην ἕως ἂν θελήση̨
τίς αὕτη ἡ ἀναβαίνουσα ἀπὸ τη̃ς ἐρήμου ὡς στελέχη καπνου̃ τεθυμιαμένη σμύρναν καὶ λίβανον ἀπὸ πάντων κονιορτω̃ν μυρεψου̃
ἰδοὺ ἡ κλίνη του̃ Σαλωμων ἑξήκοντα δυνατοὶ κύκλω̨ αὐτη̃ς ἀπὸ δυνατω̃ν Ισραηλ
πάντες κατέχοντες ῥομφαίαν δεδιδαγμένοι πόλεμον ἀνὴρ ῥομφαία αὐτου̃ ἐπὶ μηρὸν αὐτου̃ ἀπὸ θάμβους ἐν νυξίν
φορει̃ον ἐποίησεν ἑαυτω̨̃ ὁ βασιλεὺς Σαλωμων ἀπὸ ξύλων του̃ Λιβάνου
10 στύλους αὐτου̃ ἐποίησεν ἀργύριον καὶ ἀνάκλιτον αὐτου̃ χρύσεον ἐπίβασις αὐτου̃ πορφυρα̃ ἐντὸς αὐτου̃ λιθόστρωτον ἀγάπην ἀπὸ θυγατέρων Ιερουσαλημ
11 ἐξέλθατε καὶ ἴδετε ἐν τω̨̃ βασιλει̃ Σαλωμων ἐν τω̨̃ στεφάνω̨ ὡ̨̃ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτου̃ ἐν ἡμέρα̨ νυμφεύσεως αὐτου̃ καὶ ἐν ἡμέρα̨ εὐφροσύνης καρδίας αὐτου̃
Читать далее:ΑΣΜΑ, κεφαλίς 4
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).