ΣΟΦΟΝΙΑΣ,
κεφαλίς 1,
στἰχοι 14-18
14 ὅτι ἐγγὺς ἡ ἡμέρα κυρίου ἡ μεγάλη ἐγγὺς καὶ ταχει̃α σφόδρα φωνὴ ἡμέρας κυρίου πικρὰ καὶ σκληρά τέτακται δυνατή |
15 ἡμέρα ὀργη̃ς ἡ ἡμέρα ἐκείνη ἡμέρα θλίψεως καὶ ἀνάγκης ἡμέρα ἀωρίας καὶ ἀφανισμου̃ ἡμέρα σκότους καὶ γνόφου ἡμέρα νεφέλης καὶ ὁμίχλης |
16 ἡμέρα σάλπιγγος καὶ κραυγη̃ς ἐπὶ τὰς πόλεις τὰς ὀχυρὰς καὶ ἐπὶ τὰς γωνίας τὰς ὑψηλάς |
17 καὶ ἐκθλίψω τοὺς ἀνθρώπους καὶ πορεύσονται ὡς τυφλοί ὅτι τω̨̃ κυρίω̨ ἐξήμαρτον καὶ ἐκχεει̃ τὸ αἱ̃μα αὐτω̃ν ὡς χου̃ν καὶ τὰς σάρκας αὐτω̃ν ὡς βόλβιτα |
18 καὶ τὸ ἀργύριον αὐτω̃ν καὶ τὸ χρυσίον αὐτω̃ν οὐ μὴ δύνηται ἐξελέσθαι αὐτοὺς ἐν ἡμέρα̨ ὀργη̃ς κυρίου καὶ ἐν πυρὶ ζήλους αὐτου̃ καταναλωθήσεται πα̃σα ἡ γη̃ διότι συντέλειαν καὶ σπουδὴν ποιήσει ἐπὶ πάντας τοὺς κατοικου̃ντας τὴν γη̃ν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.