1 σὺ δὲ λάλει ἃ πρέπει τη̨̃ ὑγιαινούση̨ διδασκαλία̨ |
2 πρεσβύτας νηφαλίους εἰ̃ναι σεμνούς σώφρονας ὑγιαίνοντας τη̨̃ πίστει τη̨̃ ἀγάπη̨ τη̨̃ ὑπομονη̨̃ |
3 πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπει̃ς μὴ διαβόλους μηδὲ οἴνω̨ πολλω̨̃ δεδουλωμένας καλοδιδασκάλους |
4 ἵνα σωφρονίζωσιν τὰς νέας φιλάνδρους εἰ̃ναι φιλοτέκνους |
5 σώφρονας ἁγνάς οἰκουργούς ἀγαθάς ὑποτασσομένας τοι̃ς ἰδίοις ἀνδράσιν ἵνα μὴ ὁ λόγος του̃ θεου̃ βλασφημη̃ται |
6 τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονει̃ν |
7 περὶ πάντα σεαυτòν παρεχόμενος τύπον καλω̃ν ἔργων ἐν τη̨̃ διδασκαλία̨ ἀφθορίαν σεμνότητα |
8 λόγον ὑγιη̃ ἀκατάγνωστον ἵνα ὁ ἐξ ἐναντίας ἐντραπη̨̃ μηδὲν ἔχων λέγειν περὶ ἡμω̃ν φαυ̃λον |
9 δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι ἐν πα̃σιν εὐαρέστους εἰ̃ναι μὴ ἀντιλέγοντας |
10 μὴ νοσφιζομένους ἀλλὰ πα̃σαν πίστιν ἐνδεικνυμένους ἀγαθήν ἵνα τὴν διδασκαλίαν τὴν του̃ σωτη̃ρος ἡμω̃ν θεου̃ κοσμω̃σιν ἐν πα̃σιν |