Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΤΩΒΊΤ, κεφαλίς 2

ὅτε δὲ κατη̃λθον εἰς τὸν οἰ̃κόν μου καὶ ἀπεδόθη μοι Αννα ἡ γυνή μου καὶ Τωβιας ὁ υἱός μου ἐν τη̨̃ πεντηκοστη̨̃ τη̨̃ ἑορτη̨̃ ἥ ἐστιν ἁγία ἑπτὰ ἑβδομάδων ἐγενήθη ἄριστον καλόν μοι καὶ ἀνέπεσα του̃ φαγει̃ν
καὶ ἐθεασάμην ὄψα πολλὰ καὶ εἰ̃πα τω̨̃ υἱω̨̃ μου βάδισον καὶ ἄγαγε ὃν ἐὰν εὕρη̨ς τω̃ν ἀδελφω̃ν ἡμω̃ν ἐνδεη̃ ὃς μέμνηται του̃ κυρίου καὶ ἰδοὺ μενω̃ σε
καὶ ἐλθὼν εἰ̃πεν πάτερ εἱ̃ς ἐκ του̃ γένους ἡμω̃ν ἐστραγγαλωμένος ἔρριπται ἐν τη̨̃ ἀγορα̨̃
κἀγὼ πρὶν ἢ γεύσασθαί με ἀναπηδήσας ἀνειλόμην αὐτὸν εἴς τι οἴκημα ἕως οὑ̃ ἔδυ ὁ ἥλιος
καὶ ἐπιστρέψας ἐλουσάμην καὶ ἤσθιον τὸν ἄρτον μου ἐν λύπη̨
καὶ ἐμνήσθην τη̃ς προφητείας Αμως καθὼς εἰ̃πεν στραφήσονται αἱ ἑορταὶ ὑμω̃ν εἰς πένθος καὶ πα̃σαι αἱ εὐφροσύναι ὑμω̃ν εἰς θρη̃νον καὶ ἔκλαυσα
καὶ ὅτε ἔδυ ὁ ἥλιος ὠ̨χόμην καὶ ὀρύξας ἔθαψα αὐτόν
καὶ οἱ πλησίον ἐπεγέλων λέγοντες οὐκέτι φοβει̃ται φονευθη̃ναι περὶ του̃ πράγματος τούτου καὶ ἀπέδρα καὶ ἰδοὺ πάλιν θάπτει τοὺς νεκρούς
καὶ ἐν αὐτη̨̃ τη̨̃ νυκτὶ ἀνέλυσα θάψας καὶ ἐκοιμήθην μεμιαμμένος παρὰ τὸν τοι̃χον τη̃ς αὐλη̃ς καὶ τὸ πρόσωπόν μου ἀκάλυπτον ἠ̃ν
10 καὶ οὐκ ἤ̨δειν ὅτι στρουθία ἐν τω̨̃ τοίχω̨ ἐστίν καὶ τω̃ν ὀφθαλμω̃ν μου ἀνεω̨γότων ἀφώδευσαν τὰ στρουθία θερμὸν εἰς τοὺς ὀφθαλμούς μου καὶ ἐγενήθη λευκώματα εἰς τοὺς ὀφθαλμούς μου καὶ ἐπορεύθην πρὸς ἰατρούς καὶ οὐκ ὠφέλησάν με Αχιαχαρος δὲ ἔτρεφέν με ἕως οὑ̃ ἐπορεύθη εἰς τὴν 'Ελυμαΐδα
11 καὶ ἡ γυνή μου Αννα ἠριθεύετο ἐν τοι̃ς γυναικείοις
12 καὶ ἀπέστελλε τοι̃ς κυρίοις καὶ ἀπέδωκαν αὐτη̨̃ καὶ αὐτοὶ τὸν μισθὸν προσδόντες καὶ ἔριφον
13 ὅτε δὲ ἠ̃λθεν πρός με ἤρξατο κράζειν καὶ εἰ̃πα αὐτη̨̃ πόθεν τὸ ἐρίφιον μὴ κλεψιμαι̃όν ἐστιν ἀπόδος αὐτὸ τοι̃ς κυρίοις οὐ γὰρ θεμιτόν ἐστιν φαγει̃ν κλεψιμαι̃ον
14 ἡ δὲ εἰ̃πεν δω̃ρον δέδοταί μοι ἐπὶ τω̨̃ μισθω̨̃ καὶ οὐκ ἐπίστευον αὐτη̨̃ καὶ ἔλεγον ἀποδιδόναι αὐτὸ τοι̃ς κυρίοις καὶ ἠρυθρίων πρὸς αὐτήν ἡ δὲ ἀποκριθει̃σα εἰ̃πέν μοι που̃ εἰσιν αἱ ἐλεημοσύναι σου καὶ αἱ δικαιοσύναι σου ἰδοὺ γνωστὰ πάντα μετὰ σου̃
Читать далее:ΤΩΒΊΤ, κεφαλίς 3
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).