Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΣΟΦΊΑ ΣΑΛΩΜΩΝ, κεφαλίς 10

1 αὕτη πρωτόπλαστον πατέρα κόσμου μόνον κτισθέντα διεφύλαξεν καὶ ἐξείλατο αὐτὸν ἐκ παραπτώματος ἰδίου
2 ἔδωκέν τε αὐτω̨̃ ἰσχὺν κρατη̃σαι ἁπάντων
3 ἀποστὰς δὲ ἀπ' αὐτη̃ς ἄδικος ἐν ὀργη̨̃ αὐτου̃ ἀδελφοκτόνοις συναπώλετο θυμοι̃ς
4 δι' ὃν κατακλυζομένην γη̃ν πάλιν ἔσωσεν σοφία δι' εὐτελου̃ς ξύλου τὸν δίκαιον κυβερνήσασα
5 αὕτη καὶ ἐν ὁμονοία̨ πονηρίας ἐθνω̃ν συγχυθέντων ἔγνω τὸν δίκαιον καὶ ἐτήρησεν αὐτὸν ἄμεμπτον θεω̨̃ καὶ ἐπὶ τέκνου σπλάγχνοις ἰσχυρὸν ἐφύλαξεν
6 αὕτη δίκαιον ἐξαπολλυμένων ἀσεβω̃ν ἐρρύσατο φυγόντα καταβάσιον πυ̃ρ Πενταπόλεως
7 ἡ̃ς ἔτι μαρτύριον τη̃ς πονηρίας καπνιζομένη καθέστηκε χέρσος καὶ ἀτελέσιν ὥραις καρποφορου̃ντα φυτά ἀπιστούσης ψυχη̃ς μνημει̃ον ἑστηκυι̃α στήλη ἁλός
8 σοφίαν γὰρ παροδεύσαντες οὐ μόνον ἐβλάβησαν του̃ μὴ γνω̃ναι τὰ καλά ἀλλὰ καὶ τη̃ς ἀφροσύνης ἀπέλιπον τω̨̃ βίω̨ μνημόσυνον ἵνα ἐν οἱ̃ς ἐσφάλησαν μηδὲ λαθει̃ν δυνηθω̃σιν
9 σοφία δὲ τοὺς θεραπεύοντας αὐτὴν ἐκ πόνων ἐρρύσατο
10 αὕτη φυγάδα ὀργη̃ς ἀδελφου̃ δίκαιον ὡδήγησεν ἐν τρίβοις εὐθείαις ἔδειξεν αὐτω̨̃ βασιλείαν θεου̃ καὶ ἔδωκεν αὐτω̨̃ γνω̃σιν ἁγίων εὐπόρησεν αὐτὸν ἐν μόχθοις καὶ ἐπλήθυνεν τοὺς πόνους αὐτου̃
11 ἐν πλεονεξία̨ κατισχυόντων αὐτὸν παρέστη καὶ ἐπλούτισεν αὐτόν
12 διεφύλαξεν αὐτὸν ἀπὸ ἐχθρω̃ν καὶ ἀπὸ ἐνεδρευόντων ἠσφαλίσατο καὶ ἀγω̃να ἰσχυρὸν ἐβράβευσεν αὐτω̨̃ ἵνα γνω̨̃ ὅτι παντὸς δυνατωτέρα ἐστὶν εὐσέβεια
13 αὕτη πραθέντα δίκαιον οὐκ ἐγκατέλιπεν ἀλλὰ ἐξ ἁμαρτίας ἐρρύσατο αὐτόν
14 συγκατέβη αὐτω̨̃ εἰς λάκκον καὶ ἐν δεσμοι̃ς οὐκ ἀφη̃κεν αὐτόν ἕως ἤνεγκεν αὐτω̨̃ σκη̃πτρα βασιλείας καὶ ἐξουσίαν τυραννούντων αὐτου̃ ψευδει̃ς τε ἔδειξεν τοὺς μωμησαμένους αὐτὸν καὶ ἔδωκεν αὐτω̨̃ δόξαν αἰώνιον
15 αὕτη λαὸν ὅσιον καὶ σπέρμα ἄμεμπτον ἐρρύσατο ἐξ ἔθνους θλιβόντων
16 εἰση̃λθεν εἰς ψυχὴν θεράποντος κυρίου καὶ ἀντέστη βασιλευ̃σιν φοβεροι̃ς ἐν τέρασι καὶ σημείοις
17 ἀπέδωκεν ὁσίοις μισθὸν κόπων αὐτω̃ν ὡδήγησεν αὐτοὺς ἐν ὁδω̨̃ θαυμαστη̨̃ καὶ ἐγένετο αὐτοι̃ς εἰς σκέπην ἡμέρας καὶ εἰς φλόγα ἄστρων τὴν νύκτα
18 διεβίβασεν αὐτοὺς θάλασσαν ἐρυθρὰν καὶ διήγαγεν αὐτοὺς δι' ὕδατος πολλου̃
19 τοὺς δὲ ἐχθροὺς αὐτω̃ν κατέκλυσεν καὶ ἐκ βάθους ἀβύσσου ἀνέβρασεν αὐτούς
20 διὰ του̃το δίκαιοι ἐσκύλευσαν ἀσεβει̃ς καὶ ὕμνησαν κύριε τὸ ὄνομα τὸ ἅγιόν σου τήν τε ὑπέρμαχόν σου χει̃ρα ἤ̨νεσαν ὁμοθυμαδόν
21 ὅτι ἡ σοφία ἤνοιξεν στόμα κωφω̃ν καὶ γλώσσας νηπίων ἔθηκεν τρανάς
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).