ΣΟΦΊΑ ΣΑΛΩΜΩΝ,
κεφαλίς 13,
στἰχοι 11-16
11 εἰ δὲ καί τις ὑλοτόμος τέκτων εὐκίνητον φυτὸν ἐκπρίσας περιέξυσεν εὐμαθω̃ς πάντα τὸν φλοιὸν αὐτου̃ καὶ τεχνησάμενος εὐπρεπω̃ς κατεσκεύασεν χρήσιμον σκευ̃ος εἰς ὑπηρεσίαν ζωη̃ς |
12 τὰ δὲ ἀποβλήματα τη̃ς ἐργασίας εἰς ἑτοιμασίαν τροφη̃ς ἀναλώσας ἐνεπλήσθη |
13 τὸ δὲ ἐξ αὐτω̃ν ἀπόβλημα εἰς οὐθὲν εὔχρηστον ξύλον σκολιὸν καὶ ὄζοις συμπεφυκός λαβὼν ἔγλυψεν ἐν ἐπιμελεία̨ ἀργίας αὐτου̃ καὶ ἐμπειρία̨ συνέσεως ἐτύπωσεν αὐτό ἀπείκασεν αὐτὸ εἰκόνι ἀνθρώπου |
14 ἢ ζώ̨ω̨ τινὶ εὐτελει̃ ὡμοίωσεν αὐτὸ καταχρίσας μίλτω̨ καὶ φύκει ἐρυθήνας χρόαν αὐτου̃ καὶ πα̃σαν κηλι̃δα τὴν ἐν αὐτω̨̃ καταχρίσας |
15 καὶ ποιήσας αὐτω̨̃ αὐτου̃ ἄξιον οἴκημα ἐν τοίχω̨ ἔθηκεν αὐτὸ ἀσφαλισάμενος σιδήρω̨ |
16 ἵνα μὲν οὐ̃ν μὴ καταπέση̨ προενόησεν αὐτου̃ εἰδὼς ὅτι ἀδυνατει̃ ἑαυτω̨̃ βοηθη̃σαι καὶ γάρ ἐστιν εἰκὼν καὶ χρείαν ἔχει βοηθείας |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.