ΣΟΦΊΑ ΣΑΛΩΜΩΝ,
κεφαλίς 3
1 δικαίων δὲ ψυχαὶ ἐν χειρὶ θεου̃ καὶ οὐ μὴ ἅψηται αὐτω̃ν βάσανος |
2 ἔδοξαν ἐν ὀφθαλμοι̃ς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτω̃ν |
3 καὶ ἡ ἀφ' ἡμω̃ν πορεία σύντριμμα οἱ δέ εἰσιν ἐν εἰρήνη̨ |
4 καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθω̃σιν ἡ ἐλπὶς αὐτω̃ν ἀθανασίας πλήρης |
5 καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται ὅτι ὁ θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὑ̃ρεν αὐτοὺς ἀξίους ἑαυτου̃ |
6 ὡς χρυσὸν ἐν χωνευτηρίω̨ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς |
7 καὶ ἐν καιρω̨̃ ἐπισκοπη̃ς αὐτω̃ν ἀναλάμψουσιν καὶ ὡς σπινθη̃ρες ἐν καλάμη̨ διαδραμου̃νται |
8 κρινου̃σιν ἔθνη καὶ κρατήσουσιν λαω̃ν καὶ βασιλεύσει αὐτω̃ν κύριος εἰς τοὺς αἰω̃νας |
9 οἱ πεποιθότες ἐπ' αὐτω̨̃ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπη̨ προσμενου̃σιν αὐτω̨̃ ὅτι χάρις καὶ ἔλεος τοι̃ς ἐκλεκτοι̃ς αὐτου̃ |
10 οἱ δὲ ἀσεβει̃ς καθὰ ἐλογίσαντο ἕξουσιν ἐπιτιμίαν οἱ ἀμελήσαντες του̃ δικαίου καὶ του̃ κυρίου ἀποστάντες |
11 σοφίαν γὰρ καὶ παιδείαν ὁ ἐξουθενω̃ν ταλαίπωρος καὶ κενὴ ἡ ἐλπὶς αὐτω̃ν καὶ οἱ κόποι ἀνόνητοι καὶ ἄχρηστα τὰ ἔργα αὐτω̃ν |
12 αἱ γυναι̃κες αὐτω̃ν ἄφρονες καὶ πονηρὰ τὰ τέκνα αὐτω̃ν ἐπικατάρατος ἡ γένεσις αὐτω̃ν |
13 ὅτι μακαρία στει̃ρα ἡ ἀμίαντος ἥτις οὐκ ἔγνω κοίτην ἐν παραπτώματι ἕξει καρπὸν ἐν ἐπισκοπη̨̃ ψυχω̃ν |
14 καὶ εὐνου̃χος ὁ μὴ ἐργασάμενος ἐν χειρὶ ἀνόμημα μηδὲ ἐνθυμηθεὶς κατὰ του̃ κυρίου πονηρά δοθήσεται γὰρ αὐτω̨̃ τη̃ς πίστεως χάρις ἐκλεκτὴ καὶ κλη̃ρος ἐν ναω̨̃ κυρίου θυμηρέστερος |
15 ἀγαθω̃ν γὰρ πόνων καρπὸς εὐκλεής καὶ ἀδιάπτωτος ἡ ῥίζα τη̃ς φρονήσεως |
16 τέκνα δὲ μοιχω̃ν ἀτέλεστα ἔσται καὶ ἐκ παρανόμου κοίτης σπέρμα ἀφανισθήσεται |
17 ἐάν τε γὰρ μακρόβιοι γένωνται εἰς οὐθὲν λογισθήσονται καὶ ἄτιμον ἐπ' ἐσχάτων τὸ γη̃ρας αὐτω̃ν |
18 ἐάν τε ὀξέως τελευτήσωσιν οὐχ ἕξουσιν ἐλπίδα οὐδὲ ἐν ἡμέρα̨ διαγνώσεως παραμύθιον |
19 γενεα̃ς γὰρ ἀδίκου χαλεπὰ τὰ τέλη |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.