Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΣΟΦΊΑ ΣΑΛΩΜΩΝ, κεφαλίς 7,  στἰχοι 22-30

22 ἔστιν γὰρ ἐν αὐτη̨̃ πνευ̃μα νοερόν ἅγιον μονογενές πολυμερές λεπτόν εὐκίνητον τρανόν ἀμόλυντον σαφές ἀπήμαντον φιλάγαθον ὀξύ
23 ἀκώλυτον εὐεργετικόν φιλάνθρωπον βέβαιον ἀσφαλές ἀμέριμνον παντοδύναμον πανεπίσκοπον καὶ διὰ πάντων χωρου̃ν πνευμάτων νοερω̃ν καθαρω̃ν λεπτοτάτων
24 πάσης γὰρ κινήσεως κινητικώτερον σοφία διήκει δὲ καὶ χωρει̃ διὰ πάντων διὰ τὴν καθαρότητα
25 ἀτμὶς γάρ ἐστιν τη̃ς του̃ θεου̃ δυνάμεως καὶ ἀπόρροια τη̃ς του̃ παντοκράτορος δόξης εἰλικρινής διὰ του̃το οὐδὲν μεμιαμμένον εἰς αὐτὴν παρεμπίπτει
26 ἀπαύγασμα γάρ ἐστιν φωτὸς ἀϊδίου καὶ ἔσοπτρον ἀκηλίδωτον τη̃ς του̃ θεου̃ ἐνεργείας καὶ εἰκὼν τη̃ς ἀγαθότητος αὐτου̃
27 μία δὲ οὐ̃σα πάντα δύναται καὶ μένουσα ἐν αὑτη̨̃ τὰ πάντα καινίζει καὶ κατὰ γενεὰς εἰς ψυχὰς ὁσίας μεταβαίνουσα φίλους θεου̃ καὶ προφήτας κατασκευάζει
28 οὐθὲν γὰρ ἀγαπα̨̃ ὁ θεὸς εἰ μὴ τὸν σοφία̨ συνοικου̃ντα
29 ἔστιν γὰρ αὕτη εὐπρεπεστέρα ἡλίου καὶ ὑπὲρ πα̃σαν ἄστρων θέσιν φωτὶ συγκρινομένη εὑρίσκεται προτέρα
30 του̃το μὲν γὰρ διαδέχεται νύξ σοφίας δὲ οὐ κατισχύει κακία

ΣΟΦΊΑ ΣΑΛΩΜΩΝ, κεφαλίς 8,  στἰχοι 1-8

1 διατείνει δὲ ἀπὸ πέρατος ἐπὶ πέρας εὐρώστως καὶ διοικει̃ τὰ πάντα χρηστω̃ς
2 ταύτην ἐφίλησα καὶ ἐξεζήτησα ἐκ νεότητός μου καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτω̨̃ καὶ ἐραστὴς ἐγενόμην του̃ κάλλους αὐτη̃ς
3 εὐγένειαν δοξάζει συμβίωσιν θεου̃ ἔχουσα καὶ ὁ πάντων δεσπότης ἠγάπησεν αὐτήν
4 μύστις γάρ ἐστιν τη̃ς του̃ θεου̃ ἐπιστήμης καὶ αἱρετὶς τω̃ν ἔργων αὐτου̃
5 εἰ δὲ πλου̃τός ἐστιν ἐπιθυμητὸν κτη̃μα ἐν βίω̨ τί σοφίας πλουσιώτερον τη̃ς τὰ πάντα ἐργαζομένης
6 εἰ δὲ φρόνησις ἐργάζεται τίς αὐτη̃ς τω̃ν ὄντων μα̃λλόν ἐστιν τεχνι̃τις
7 καὶ εἰ δικαιοσύνην ἀγαπα̨̃ τις οἱ πόνοι ταύτης εἰσὶν ἀρεταί σωφροσύνην γὰρ καὶ φρόνησιν ἐκδιδάσκει δικαιοσύνην καὶ ἀνδρείαν ὡ̃ν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίω̨ ἀνθρώποις
8 εἰ δὲ καὶ πολυπειρίαν ποθει̃ τις οἰ̃δεν τὰ ἀρχαι̃α καὶ τὰ μέλλοντα εἰκάζει ἐπίσταται στροφὰς λόγων καὶ λύσεις αἰνιγμάτων σημει̃α καὶ τέρατα προγινώσκει καὶ ἐκβάσεις καιρω̃ν καὶ χρόνων
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).