Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΖΑΧΑΡΙΑΣ, κεφαλίς 12

λη̃μμα λόγου κυρίου ἐπὶ τὸν Ισραηλ λέγει κύριος ἐκτείνων οὐρανὸν καὶ θεμελιω̃ν γη̃ν καὶ πλάσσων πνευ̃μα ἀνθρώπου ἐν αὐτω̨̃
ἰδοὺ ἐγὼ τίθημι τὴν Ιερουσαλημ ὡς πρόθυρα σαλευόμενα πα̃σι τοι̃ς λαοι̃ς κύκλω̨ καὶ ἐν τη̨̃ Ιουδαία̨ ἔσται περιοχὴ ἐπὶ Ιερουσαλημ
καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ θήσομαι τὴν Ιερουσαλημ λίθον καταπατούμενον πα̃σιν τοι̃ς ἔθνεσιν πα̃ς ὁ καταπατω̃ν αὐτὴν ἐμπαίζων ἐμπαίξεται καὶ ἐπισυναχθήσονται ἐπ' αὐτὴν πάντα τὰ ἔθνη τη̃ς γη̃ς
ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ λέγει κύριος παντοκράτωρ πατάξω πάντα ἵππον ἐν ἐκστάσει καὶ τὸν ἀναβάτην αὐτου̃ ἐν παραφρονήσει ἐπὶ δὲ τὸν οἰ̃κον Ιουδα διανοίξω τοὺς ὀφθαλμούς μου καὶ πάντας τοὺς ἵππους τω̃ν λαω̃ν πατάξω ἐν ἀποτυφλώσει
καὶ ἐρου̃σιν οἱ χιλίαρχοι Ιουδα ἐν ται̃ς καρδίαις αὐτω̃ν εὑρήσομεν ἑαυτοι̃ς τοὺς κατοικου̃ντας Ιερουσαλημ ἐν κυρίω̨ παντοκράτορι θεω̨̃ αὐτω̃ν
ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ θήσομαι τοὺς χιλιάρχους Ιουδα ὡς δαλὸν πυρὸς ἐν ξύλοις καὶ ὡς λαμπάδα πυρὸς ἐν καλάμη̨ καὶ καταφάγονται ἐκ δεξιω̃ν καὶ ἐξ εὐωνύμων πάντας τοὺς λαοὺς κυκλόθεν καὶ κατοικήσει Ιερουσαλημ ἔτι καθ' ἑαυτήν
καὶ σώσει κύριος τὰ σκηνώματα Ιουδα καθὼς ἀπ' ἀρχη̃ς ὅπως μὴ μεγαλύνηται καύχημα οἴκου Δαυιδ καὶ ἔπαρσις τω̃ν κατοικούντων Ιερουσαλημ ἐπὶ τὸν Ιουδαν
καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ὑπερασπιει̃ κύριος ὑπὲρ τω̃ν κατοικούντων Ιερουσαλημ καὶ ἔσται ὁ ἀσθενω̃ν ἐν αὐτοι̃ς ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ ὡς οἰ̃κος Δαυιδ ὁ δὲ οἰ̃κος Δαυιδ ὡς οἰ̃κος θεου̃ ὡς ἄγγελος κυρίου ἐνώπιον αὐτω̃ν
καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ζητήσω του̃ ἐξα̃ραι πάντα τὰ ἔθνη τὰ ἐπερχόμενα ἐπὶ Ιερουσαλημ
10 καὶ ἐκχεω̃ ἐπὶ τὸν οἰ̃κον Δαυιδ καὶ ἐπὶ τοὺς κατοικου̃ντας Ιερουσαλημ πνευ̃μα χάριτος καὶ οἰκτιρμου̃ καὶ ἐπιβλέψονται πρός με ἀνθ' ὡ̃ν κατωρχήσαντο καὶ κόψονται ἐπ' αὐτὸν κοπετὸν ὡς ἐπ' ἀγαπητὸν καὶ ὀδυνηθήσονται ὀδύνην ὡς ἐπὶ πρωτοτόκω̨
11 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ μεγαλυνθήσεται ὁ κοπετὸς ἐν Ιερουσαλημ ὡς κοπετὸς ῥοω̃νος ἐν πεδίω̨ ἐκκοπτομένου
12 καὶ κόψεται ἡ γη̃ κατὰ φυλὰς φυλάς φυλὴ καθ' ἑαυτὴν καὶ αἱ γυναι̃κες αὐτω̃ν καθ' ἑαυτάς φυλὴ οἰ̃κου Δαυιδ καθ' ἑαυτὴν καὶ αἱ γυναι̃κες αὐτω̃ν καθ' ἑαυτάς φυλὴ οἴκου Ναθαν καθ' ἑαυτὴν καὶ αἱ γυναι̃κες αὐτω̃ν καθ' ἑαυτάς
13 φυλὴ οἴκου Λευι καθ' ἑαυτὴν καὶ αἱ γυναι̃κες αὐτω̃ν καθ' ἑαυτάς φυλὴ του̃ Συμεων καθ' ἑαυτὴν καὶ αἱ γυναι̃κες αὐτω̃ν καθ' ἑαυτάς
14 πα̃σαι αἱ φυλαὶ αἱ ὑπολελειμμέναι φυλὴ καθ' ἑαυτὴν καὶ αἱ γυναι̃κες αὐτω̃ν καθ' ἑαυτάς
Читать далее:ΖΑΧΑΡΙΑΣ, κεφαλίς 13
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).