ΖΑΧΑΡΙΑΣ,
κεφαλίς 7,
στἰχοι 7-12
7 οὐχ οὑ̃τοι οἱ λόγοι εἰσίν οὓς ἐλάλησεν κύριος ἐν χερσὶν τω̃ν προφητω̃ν τω̃ν ἔμπροσθεν ὅτε ἠ̃ν Ιερουσαλημ κατοικουμένη καὶ εὐθηνου̃σα καὶ αἱ πόλεις αὐτη̃ς κυκλόθεν καὶ ἡ ὀρεινὴ καὶ ἡ πεδινὴ κατω̨κει̃το |
8 καὶ ἐγένετο λόγος κυρίου πρὸς Ζαχαριαν λέγων |
9 τάδε λέγει κύριος παντοκράτωρ κρίμα δίκαιον κρίνατε καὶ ἔλεος καὶ οἰκτιρμὸν ποιει̃τε ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτου̃ |
10 καὶ χήραν καὶ ὀρφανὸν καὶ προσήλυτον καὶ πένητα μὴ καταδυναστεύετε καὶ κακίαν ἕκαστος του̃ ἀδελφου̃ αὐτου̃ μὴ μνησικακείτω ἐν ται̃ς καρδίαις ὑμω̃ν |
11 καὶ ἠπείθησαν του̃ προσέχειν καὶ ἔδωκαν νω̃τον παραφρονου̃ντα καὶ τὰ ὠ̃τα αὐτω̃ν ἐβάρυναν του̃ μὴ εἰσακούειν |
12 καὶ τὴν καρδίαν αὐτω̃ν ἔταξαν ἀπειθη̃ του̃ μὴ εἰσακούειν του̃ νόμου μου καὶ τοὺς λόγους οὓς ἐξαπέστειλεν κύριος παντοκράτωρ ἐν πνεύματι αὐτου̃ ἐν χερσὶν τω̃ν προφητω̃ν τω̃ν ἔμπροσθεν καὶ ἐγένετο ὀργὴ μεγάλη παρὰ κυρίου παντοκράτορος |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.