ΖΑΧΑΡΙΑΣ,
κεφαλίς 8,
στἰχοι 20-23
20 τάδε λέγει κύριος παντοκράτωρ ἔτι ἥξουσιν λαοὶ πολλοὶ καὶ κατοικου̃ντες πόλεις πολλάς |
21 καὶ συνελεύσονται κατοικου̃ντες πέντε πόλεις εἰς μίαν πόλιν λέγοντες πορευθω̃μεν δεηθη̃ναι του̃ προσώπου κυρίου καὶ ἐκζητη̃σαι τὸ πρόσωπον κυρίου παντοκράτορος πορεύσομαι κἀγώ |
22 καὶ ἥξουσιν λαοὶ πολλοὶ καὶ ἔθνη πολλὰ ἐκζητη̃σαι τὸ πρόσωπον κυρίου παντοκράτορος ἐν Ιερουσαλημ καὶ του̃ ἐξιλάσκεσθαι τὸ πρόσωπον κυρίου |
23 τάδε λέγει κύριος παντοκράτωρ ἐν ται̃ς ἡμέραις ἐκείναις ἐὰν ἐπιλάβωνται δέκα ἄνδρες ἐκ πασω̃ν τω̃ν γλωσσω̃ν τω̃ν ἐθνω̃ν καὶ ἐπιλάβωνται του̃ κρασπέδου ἀνδρὸς Ιουδαίου λέγοντες πορευσόμεθα μετὰ σου̃ διότι ἀκηκόαμεν ὅτι ὁ θεὸς μεθ' ὑμω̃ν ἐστιν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.