Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΖΑΧΑΡΙΑΣ, κεφαλίς 9

λη̃μμα λόγου κυρίου ἐν γη̨̃ Σεδραχ καὶ Δαμασκου̃ θυσία αὐτου̃ διότι κύριος ἐφορα̨̃ ἀνθρώπους καὶ πάσας φυλὰς του̃ Ισραηλ
καὶ Εμαθ ἐν τοι̃ς ὁρίοις αὐτη̃ς Τύρος καὶ Σιδών διότι ἐφρόνησαν σφόδρα
καὶ ὠ̨κοδόμησεν Τύρος ὀχυρώματα ἑαυτη̨̃ καὶ ἐθησαύρισεν ἀργύριον ὡς χου̃ν καὶ συνήγαγεν χρυσίον ὡς πηλὸν ὁδω̃ν
διὰ του̃το κύριος κληρονομήσει αὐτὴν καὶ πατάξει εἰς θάλασσαν δύναμιν αὐτη̃ς καὶ αὕτη ἐν πυρὶ καταναλωθήσεται
ὄψεται 'Ασκαλὼν καὶ φοβηθήσεται καὶ Γάζα καὶ ὀδυνηθήσεται σφόδρα καὶ Ακκαρων ὅτι ἠ̨σχύνθη ἐπὶ τω̨̃ παραπτώματι αὐτη̃ς καὶ ἀπολει̃ται βασιλεὺς ἐκ Γάζης καὶ 'Ασκαλὼν οὐ μὴ κατοικηθη̨̃
καὶ κατοικήσουσιν ἀλλογενει̃ς ἐν 'Αζώτω̨ καὶ καθελω̃ ὕβριν ἀλλοφύλων
καὶ ἐξαρω̃ τὸ αἱ̃μα αὐτω̃ν ἐκ στόματος αὐτω̃ν καὶ τὰ βδελύγματα αὐτω̃ν ἐκ μέσου ὀδόντων αὐτω̃ν καὶ ὑπολειφθήσεται καὶ οὑ̃τος τω̨̃ θεω̨̃ ἡμω̃ν καὶ ἔσονται ὡς χιλίαρχος ἐν Ιουδα καὶ Ακκαρων ὡς ὁ Ιεβουσαι̃ος
καὶ ὑποστήσομαι τω̨̃ οἴκω̨ μου ἀνάστημα του̃ μὴ διαπορεύεσθαι μηδὲ ἀνακάμπτειν καὶ οὐ μὴ ἐπέλθη̨ ἐπ' αὐτοὺς οὐκέτι ἐξελαύνων διότι νυ̃ν ἑώρακα ἐν τοι̃ς ὀφθαλμοι̃ς μου
χαι̃ρε σφόδρα θύγατερ Σιων κήρυσσε θύγατερ Ιερουσαλημ ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώ̨ζων αὐτός πραὺ̈ς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πω̃λον νέον
10 καὶ ἐξολεθρεύσει ἅρματα ἐξ Εφραιμ καὶ ἵππον ἐξ Ιερουσαλημ καὶ ἐξολεθρευθήσεται τόξον πολεμικόν καὶ πλη̃θος καὶ εἰρήνη ἐξ ἐθνω̃ν καὶ κατάρξει ὑδάτων ἕως θαλάσσης καὶ ποταμω̃ν διεκβολὰς γη̃ς
11 καὶ σὺ ἐν αἵματι διαθήκης ἐξαπέστειλας δεσμίους σου ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ
12 καθήσεσθε ἐν ὀχυρώματι δέσμιοι τη̃ς συναγωγη̃ς καὶ ἀντὶ μια̃ς ἡμέρας παροικεσίας σου διπλα̃ ἀνταποδώσω σοι
13 διότι ἐνέτεινά σε Ιουδα ἐμαυτω̨̃ τόξον ἔπλησα τὸν Εφραιμ καὶ ἐπεγερω̃ τὰ τέκνα σου Σιων ἐπὶ τὰ τέκνα τω̃ν 'Ελλήνων καὶ ψηλαφήσω σε ὡς ῥομφαίαν μαχητου̃
14 καὶ κύριος ἔσται ἐπ' αὐτοὺς καὶ ἐξελεύσεται ὡς ἀστραπὴ βολίς καὶ κύριος παντοκράτωρ ἐν σάλπιγγι σαλπιει̃ καὶ πορεύσεται ἐν σάλω̨ ἀπειλη̃ς αὐτου̃
15 κύριος παντοκράτωρ ὑπερασπιει̃ αὐτω̃ν καὶ καταναλώσουσιν αὐτοὺς καὶ καταχώσουσιν αὐτοὺς ἐν λίθοις σφενδόνης καὶ ἐκπίονται αὐτοὺς ὡς οἰ̃νον καὶ πλήσουσιν ὡς φιάλας θυσιαστήριον
16 καὶ σώσει αὐτοὺς κύριος ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ὡς πρόβατα λαὸν αὐτου̃ διότι λίθοι ἅγιοι κυλίονται ἐπὶ τη̃ς γη̃ς αὐτου̃
17 ὅτι εἴ τι ἀγαθὸν αὐτου̃ καὶ εἴ τι καλὸν παρ' αὐτου̃ σι̃τος νεανίσκοις καὶ οἰ̃νος εὐωδιάζων εἰς παρθένους
Читать далее:ΖΑΧΑΡΙΑΣ, κεφαλίς 10
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).