Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΖΑΧΑΡΙΑΣ, κεφαλίς 10

1 αἰτει̃σθε ὑετὸν παρὰ κυρίου καθ' ὥραν πρόιμον καὶ ὄψιμον κύριος ἐποίησεν φαντασίας καὶ ὑετὸν χειμερινὸν δώσει αὐτοι̃ς ἑκάστω̨ βοτάνην ἐν ἀγρω̨̃
2 διότι οἱ ἀποφθεγγόμενοι ἐλάλησαν κόπους καὶ οἱ μάντεις ὁράσεις ψευδει̃ς καὶ τὰ ἐνύπνια ψευδη̃ ἐλάλουν μάταια παρεκάλουν διὰ του̃το ἐξήρθησαν ὡς πρόβατα καὶ ἐκακώθησαν διότι οὐκ ἠ̃ν ἴασις
3 ἐπὶ τοὺς ποιμένας παρωξύνθη ὁ θυμός μου καὶ ἐπὶ τοὺς ἀμνοὺς ἐπισκέψομαι καὶ ἐπισκέψεται κύριος ὁ θεὸς ὁ παντοκράτωρ τὸ ποίμνιον αὐτου̃ τὸν οἰ̃κον Ιουδα καὶ τάξει αὐτοὺς ὡς ἵππον εὐπρεπη̃ αὐτου̃ ἐν πολέμω̨
4 καὶ ἐξ αὐτου̃ ἐπέβλεψεν καὶ ἐξ αὐτου̃ ἔταξεν καὶ ἐξ αὐτου̃ τόξον ἐν θυμω̨̃ ἐξ αὐτου̃ ἐξελεύσεται πα̃ς ὁ ἐξελαύνων ἐν τω̨̃ αὐτω̨̃
5 καὶ ἔσονται ὡς μαχηταὶ πατου̃ντες πηλὸν ἐν ται̃ς ὁδοι̃ς ἐν πολέμω̨ καὶ παρατάξονται διότι κύριος μετ' αὐτω̃ν καὶ καταισχυνθήσονται ἀναβάται ἵππων
6 καὶ κατισχύσω τὸν οἰ̃κον Ιουδα καὶ τὸν οἰ̃κον Ιωσηφ σώσω καὶ κατοικιω̃ αὐτούς ὅτι ἠγάπησα αὐτούς καὶ ἔσονται ὃν τρόπον οὐκ ἀπεστρεψάμην αὐτούς διότι ἐγὼ κύριος ὁ θεὸς αὐτω̃ν καὶ ἐπακούσομαι αὐτοι̃ς
7 καὶ ἔσονται ὡς μαχηταὶ του̃ Εφραιμ καὶ χαρήσεται ἡ καρδία αὐτω̃ν ὡς ἐν οἴνω̨ καὶ τὰ τέκνα αὐτω̃ν ὄψονται καὶ εὐφρανθήσονται καὶ χαρει̃ται ἡ καρδία αὐτω̃ν ἐπὶ τω̨̃ κυρίω̨
8 σημανω̃ αὐτοι̃ς καὶ εἰσδέξομαι αὐτούς διότι λυτρώσομαι αὐτούς καὶ πληθυνθήσονται καθότι ἠ̃σαν πολλοί
9 καὶ σπερω̃ αὐτοὺς ἐν λαοι̃ς καὶ οἱ μακρὰν μνησθήσονταί μου ἐκθρέψουσιν τὰ τέκνα αὐτω̃ν καὶ ἐπιστρέψουσιν
10 καὶ ἐπιστρέψω αὐτοὺς ἐκ γη̃ς Αἰγύπτου καὶ ἐξ 'Ασσυρίων εἰσδέξομαι αὐτοὺς καὶ εἰς τὴν Γαλααδι̃τιν καὶ εἰς τὸν Λίβανον εἰσάξω αὐτούς καὶ οὐ μὴ ὑπολειφθη̨̃ ἐξ αὐτω̃ν οὐδὲ εἱ̃ς
11 καὶ διελεύσονται ἐν θαλάσση̨ στενη̨̃ καὶ πατάξουσιν ἐν θαλάσση̨ κύματα καὶ ξηρανθήσεται πάντα τὰ βάθη ποταμω̃ν καὶ ἀφαιρεθήσεται πα̃σα ὕβρις 'Ασσυρίων καὶ σκη̃πτρον Αἰγύπτου περιαιρεθήσεται
12 καὶ κατισχύσω αὐτοὺς ἐν κυρίω̨ θεω̨̃ αὐτω̃ν καὶ ἐν τω̨̃ ὀνόματι αὐτου̃ κατακαυχήσονται λέγει κύριος
Читать далее:ΖΑΧΑΡΙΑΣ, κεφαλίς 11

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).