Библия-Центр
РУ
Оглавление
Поделиться

Мысли на каждый день года по церковным чтениям из Слова Божия

Феофан Затворник

Четверг

Горе возвещает Св. Апостол Иуда тем, которые соблазнительно держат себя в обществе, без страха утучняются на пиршествах, пенятся срамотами своими, ходят по своим похотям, говорят прегордое и отделяют себя от единства веры. Горе! Ибо вот грядет Господь, со всеми, и обличить всех нечестивых во всех делах, какие наделало нечестие их.

Отрывки к тексту:
Иуд 1:11-25
Лк 23:1-34
Лк 23:44-56
11
οὐαὶ αὐτοι̃ς ὅτι τη̨̃ ὁδω̨̃ του̃ Κάϊν ἐπορεύθησαν καὶ τη̨̃ πλάνη̨ του̃ Βαλαὰμ μισθου̃ ἐξεχύθησαν καὶ τη̨̃ ἀντιλογία̨ του̃ Κόρε ἀπώλοντο
12
οὑ̃τοί εἰσιν οἱ ἐν ται̃ς ἀγάπαις ὑμω̃ν σπιλάδες συνευωχούμενοι ἀφόβως ἑαυτοὺς ποιμαίνοντες νεφέλαι ἄνυδροι ὑπò ἀνέμων παραφερόμεναι δένδρα φθινοπωρινὰ ἄκαρπα δὶς ἀποθανόντα ἐκριζωθέντα
13
κύματα ἄγρια θαλάσσης ἐπαφρίζοντα τὰς ἑαυτω̃ν αἰσχύνας ἀστέρες πλανη̃ται οἱ̃ς ὁ ζόφος του̃ σκότους εἰς αἰω̃να τετήρηται
14
προεφήτευσεν δὲ καὶ τούτοις ἕβδομος ἀπò ’Αδὰμ ‘Ενὼχ λέγων ἰδοὺ ἠ̃λθεν κύριος ἐν ἁγίαις μυριάσιν αὐτου̃
15
ποιη̃σαι κρίσιν κατὰ πάντων καὶ ἐλέγξαι πα̃σαν ψυχὴν περὶ πάντων τω̃ν ἔργων ἀσεβείας αὐτω̃ν ὡ̃ν ἠσέβησαν καὶ περὶ πάντων τω̃ν σκληρω̃ν ὡ̃ν ἐλάλησαν κατ' αὐτου̃ ἁμαρτωλοὶ ἀσεβει̃ς
16
οὑ̃τοί εἰσιν γογγυσταί μεμψίμοιροι κατὰ τὰς ἐπιθυμίας ἑαυτω̃ν πορευόμενοι καὶ τò στόμα αὐτω̃ν λαλει̃ ὑπέρογκα θαυμάζοντες πρόσωπα ὠφελείας χάριν
17
ὑμει̃ς δέ ἀγαπητοί μνήσθητε τω̃ν ῥημάτων τω̃ν προειρημένων ὑπò τω̃ν ἀποστόλων του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃
18
ὅτι ἔλεγον ὑμι̃ν ὅτι ἐπ' ἐσχάτου του̃ χρόνου ἔσονται ἐμπαι̃κται κατὰ τὰς ἑαυτω̃ν ἐπιθυμίας πορευόμενοι τω̃ν ἀσεβειω̃ν
19
οὑ̃τοί εἰσιν οἱ ἀποδιορίζοντες ψυχικοί πνευ̃μα μὴ ἔχοντες
20
ὑμει̃ς δέ ἀγαπητοί ἐποικοδομου̃ντες ἑαυτοὺς τη̨̃ ἁγιωτάτη̨ ὑμω̃ν πίστει ἐν πνεύματι ἁγίω̨ προσευχόμενοι
21
ἑαυτοὺς ἐν ἀγάπη̨ θεου̃ τηρήσατε προσδεχόμενοι τò ἔλεος του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃ εἰς ζωὴν αἰώνιον
22
καὶ οὓς μὲν ἐλεα̃τε διακρινομένους
23
οὓς δὲ σώ̨ζετε ἐκ πυρòς ἁρπάζοντες οὓς δὲ ἐλεα̃τε ἐν φόβω̨ μισου̃ντες καὶ τòν ἀπò τη̃ς σαρκòς ἐσπιλωμένον χιτω̃να
24
τω̨̃ δὲ δυναμένω̨ φυλάξαι ὑμα̃ς ἀπταίστους καὶ στη̃σαι κατενώπιον τη̃ς δόξης αὐτου̃ ἀμώμους ἐν ἀγαλλιάσει
25
μόνω̨ θεω̨̃ σωτη̃ρι ἡμω̃ν διὰ ’Ιησου̃ Χριστου̃ του̃ κυρίου ἡμω̃ν δόξα μεγαλωσύνη κράτος καὶ ἐξουσία πρò παντòς του̃ αἰω̃νος καὶ νυ̃ν καὶ εἰς πάντας τοὺς αἰω̃νας ἀμήν
Скрыть
1
καὶ ἀναστὰν ἅπαν τò πλη̃θος αὐτω̃ν ἤγαγον αὐτòν ἐπὶ τòν Πιλα̃τον
2
ἤρξαντο δὲ κατηγορει̃ν αὐτου̃ λέγοντες του̃τον εὕραμεν διαστρέφοντα τò ἔθνος ἡμω̃ν καὶ κωλύοντα φόρους Καίσαρι διδόναι καὶ λέγοντα ἑαυτòν Χριστòν βασιλέα εἰ̃ναι
3
ὁ δὲ Πιλα̃τος ἠρώτησεν αὐτòν λέγων σὺ εἰ̃ ὁ βασιλεὺς τω̃ν ’Ιουδαίων ὁ δὲ ἀποκριθεὶς αὐτω̨̃ ἔφη σὺ λέγεις
4
ὁ δὲ Πιλα̃τος εἰ̃πεν πρòς τοὺς ἀρχιερει̃ς καὶ τοὺς ὄχλους οὐδὲν εὑρίσκω αἴτιον ἐν τω̨̃ ἀνθρώπω̨ τούτω̨
5
οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι ἀνασείει τòν λαòν διδάσκων καθ' ὅλης τη̃ς ’Ιουδαίας καὶ ἀρξάμενος ἀπò τη̃ς Γαλιλαίας ἕως ὡ̃δε
6
Πιλα̃τος δὲ ἀκούσας ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαι̃ός ἐστιν
7
καὶ ἐπιγνοὺς ὅτι ἐκ τη̃ς ἐξουσίας ‘Ηρώ̨δου ἐστὶν ἀνέπεμψεν αὐτòν πρòς ‘Ηρώ̨δην ὄντα καὶ αὐτòν ἐν ‘Ιεροσολύμοις ἐν ταύταις ται̃ς ἡμέραις
8
ὁ δὲ ‘Ηρώ̨δης ἰδὼν τòν ’Ιησου̃ν ἐχάρη λίαν ἠ̃ν γὰρ ἐξ ἱκανω̃ν χρόνων θέλων ἰδει̃ν αὐτòν διὰ τò ἀκούειν περὶ αὐτου̃ καὶ ἤλπιζέν τι σημει̃ον ἰδει̃ν ὑπ' αὐτου̃ γινόμενον
9
ἐπηρώτα δὲ αὐτòν ἐν λόγοις ἱκανοι̃ς αὐτòς δὲ οὐδὲν ἀπεκρίνατο αὐτω̨̃
10
εἱστήκεισαν δὲ οἱ ἀρχιερει̃ς καὶ οἱ γραμματει̃ς εὐτόνως κατηγορου̃ντες αὐτου̃
11
ἐξουθενήσας δὲ αὐτòν καὶ ὁ ‘Ηρώ̨δης σὺν τοι̃ς στρατεύμασιν αὐτου̃ καὶ ἐμπαίξας περιβαλὼν ἐσθη̃τα λαμπρὰν ἀνέπεμψεν αὐτòν τω̨̃ Πιλάτω̨
12
ἐγένοντο δὲ φίλοι ὅ τε ‘Ηρώ̨δης καὶ ὁ Πιλα̃τος ἐν αὐτη̨̃ τη̨̃ ἡμέρα̨ μετ' ἀλλήλων προϋπη̃ρχον γὰρ ἐν ἔχθρα̨ ὄντες πρòς αὐτούς
13
Πιλα̃τος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερει̃ς καὶ τοὺς ἄρχοντας καὶ τòν λαòν
14
εἰ̃πεν πρòς αὐτούς προσηνέγκατέ μοι τòν ἄνθρωπον του̃τον ὡς ἀποστρέφοντα τòν λαόν καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμω̃ν ἀνακρίνας οὐθὲν εὑ̃ρον ἐν τω̨̃ ἀνθρώπω̨ τούτω̨ αἴτιον ὡ̃ν κατηγορει̃τε κατ' αὐτου̃
15
ἀλλ' οὐδὲ ‘Ηρώ̨δης ἀνέπεμψεν γὰρ αὐτòν πρòς ἡμα̃ς καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτω̨̃
16
παιδεύσας οὐ̃ν αὐτòν ἀπολύσω
17
...
18
ἀνέκραγον δὲ παμπληθεὶ λέγοντες αἰ̃ρε του̃τον ἀπόλυσον δὲ ἡμι̃ν τòν Βαραββα̃ν
19
ὅστις ἠ̃ν διὰ στάσιν τινὰ γενομένην ἐν τη̨̃ πόλει καὶ φόνον βληθεὶς ἐν τη̨̃ φυλακη̨̃
20
πάλιν δὲ ὁ Πιλα̃τος προσεφώνησεν αὐτοι̃ς θέλων ἀπολυ̃σαι τòν ’Ιησου̃ν
21
οἱ δὲ ἐπεφώνουν λέγοντες σταύρου σταύρου αὐτόν
22
ὁ δὲ τρίτον εἰ̃πεν πρòς αὐτούς τί γὰρ κακòν ἐποίησεν οὑ̃τος οὐδὲν αἴτιον θανάτου εὑ̃ρον ἐν αὐτω̨̃ παιδεύσας οὐ̃ν αὐτòν ἀπολύσω
23
οἱ δὲ ἐπέκειντο φωναι̃ς μεγάλαις αἰτούμενοι αὐτòν σταυρωθη̃ναι καὶ κατίσχυον αἱ φωναὶ αὐτω̃ν
24
καὶ Πιλα̃τος ἐπέκρινεν γενέσθαι τò αἴτημα αὐτω̃ν
25
ἀπέλυσεν δὲ τòν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς φυλακὴν ὃν ἠ̨του̃ντο τòν δὲ ’Ιησου̃ν παρέδωκεν τω̨̃ θελήματι αὐτω̃ν
26
καὶ ὡς ἀπήγαγον αὐτόν ἐπιλαβόμενοι Σίμωνά τινα Κυρηναι̃ον ἐρχόμενον ἀπ' ἀγρου̃ ἐπέθηκαν αὐτω̨̃ τòν σταυρòν φέρειν ὄπισθεν του̃ ’Ιησου̃
27
ἠκολούθει δὲ αὐτω̨̃ πολὺ πλη̃θος του̃ λαου̃ καὶ γυναικω̃ν αἳ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν
28
στραφεὶς δὲ πρòς αὐτὰς ὁ ’Ιησου̃ς εἰ̃πεν θυγατέρες ’Ιερουσαλήμ μὴ κλαίετε ἐπ' ἐμέ πλὴν ἐφ' ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμω̃ν
29
ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἱ̃ς ἐρου̃σιν μακάριαι αἱ στει̃ραι καὶ αἱ κοιλίαι αἳ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ ἔθρεψαν
30
τότε ἄρξονται λέγειν τοι̃ς ὄρεσιν πέσετε ἐφ' ἡμα̃ς καὶ τοι̃ς βουνοι̃ς καλύψατε ἡμα̃ς
31
ὅτι εἰ ἐν τω̨̃ ὑγρω̨̃ ξύλω̨ ταυ̃τα ποιου̃σιν ἐν τω̨̃ ξηρω̨̃ τί γένηται
32
ἤγοντο δὲ καὶ ἕτεροι κακου̃ργοι δύο σὺν αὐτω̨̃ ἀναιρεθη̃ναι
33
καὶ ὅτε ἠ̃λθον ἐπὶ τòν τόπον τòν καλούμενον κρανίον ἐκει̃ ἐσταύρωσαν αὐτòν καὶ τοὺς κακούργους ὃν μὲν ἐκ δεξιω̃ν ὃν δὲ ἐξ ἀριστερω̃ν
34
ὁ δὲ ’Ιησου̃ς ἔλεγεν πάτερ ἄφες αὐτοι̃ς οὐ γὰρ οἴδασιν τί ποιου̃σιν διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτου̃ ἔβαλον κλήρους
Скрыть
44
καὶ ἠ̃ν ἤδη ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφ' ὅλην τὴν γη̃ν ἕως ὥρας ἐνάτης
45
του̃ ἡλίου ἐκλιπόντος ἐσχίσθη δὲ τò καταπέτασμα του̃ ναου̃ μέσον
46
καὶ φωνήσας φωνη̨̃ μεγάλη̨ ὁ ’Ιησου̃ς εἰ̃πεν πάτερ εἰς χει̃ράς σου παρατίθεμαι τò πνευ̃μά μου του̃το δὲ εἰπὼν ἐξέπνευσεν
47
ἰδὼν δὲ ὁ ἑκατοντάρχης τò γενόμενον ἐδόξαζεν τòν θεòν λέγων ὄντως ὁ ἄνθρωπος οὑ̃τος δίκαιος ἠ̃ν
48
καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην θεωρήσαντες τὰ γενόμενα τύπτοντες τὰ στήθη ὑπέστρεφον
49
εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτω̨̃ ἀπò μακρόθεν καὶ γυναι̃κες αἱ συνακολουθου̃σαι αὐτω̨̃ ἀπò τη̃ς Γαλιλαίας ὁρω̃σαι ταυ̃τα
50
καὶ ἰδοὺ ἀνὴρ ὀνόματι ’Ιωσὴφ βουλευτὴς ὑπάρχων καὶ ἀνὴρ ἀγαθòς καὶ δίκαιος
51
οὑ̃τος οὐκ ἠ̃ν συγκατατεθειμένος τη̨̃ βουλη̨̃ καὶ τη̨̃ πράξει αὐτω̃ν ἀπò ‘Αριμαθαίας πόλεως τω̃ν ’Ιουδαίων ὃς προσεδέχετο τὴν βασιλείαν του̃ θεου̃
52
οὑ̃τος προσελθὼν τω̨̃ Πιλάτω̨ ἠ̨τήσατο τò σω̃μα του̃ ’Ιησου̃
53
καὶ καθελὼν ἐνετύλιξεν αὐτò σινδόνι καὶ ἔθηκεν αὐτòν ἐν μνήματι λαξευτω̨̃ οὑ̃ οὐκ ἠ̃ν οὐδεὶς οὔπω κείμενος
54
καὶ ἡμέρα ἠ̃ν παρασκευη̃ς καὶ σάββατον ἐπέφωσκεν
55
κατακολουθήσασαι δὲ αἱ γυναι̃κες αἵτινες ἠ̃σαν συνεληλυθυι̃αι ἐκ τη̃ς Γαλιλαίας αὐτω̨̃ ἐθεάσαντο τò μνημει̃ον καὶ ὡς ἐτέθη τò σω̃μα αὐτου̃
56
ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα καὶ τò μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν
Скрыть
Оглавление
Поделиться

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).