Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α, κεφαλίς 11

μιμηταί μου γίνεσθε καθὼς κἀγὼ Χριστου̃
ἐπαινω̃ δὲ ὑμα̃ς ὅτι πάντα μου μέμνησθε καὶ καθὼς παρέδωκα ὑμι̃ν τὰς παραδόσεις κατέχετε
θέλω δὲ ὑμα̃ς εἰδέναι ὅτι παντòς ἀνδρòς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν κεφαλὴ δὲ γυναικòς ὁ ἀνήρ κεφαλὴ δὲ του̃ Χριστου̃ ὁ θεός
πα̃ς ἀνὴρ προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλη̃ς ἔχων καταισχύνει τὴν κεφαλὴν αὐτου̃
πα̃σα δὲ γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτω̨ τη̨̃ κεφαλη̨̃ καταισχύνει τὴν κεφαλὴν αὐτη̃ς ἓν γάρ ἐστιν καὶ τò αὐτò τη̨̃ ἐξυρημένη̨
εἰ γὰρ οὐ κατακαλύπτεται γυνή καὶ κειράσθω εἰ δὲ αἰσχρòν γυναικὶ τò κείρασθαι ἢ ξυρα̃σθαι κατακαλυπτέσθω
ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλήν εἰκὼν καὶ δόξα θεου̃ ὑπάρχων ἡ γυνὴ δὲ δόξα ἀνδρός ἐστιν
οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικός ἀλλὰ γυνὴ ἐξ ἀνδρός
καὶ γὰρ οὐκ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναι̃κα ἀλλὰ γυνὴ διὰ τòν ἄνδρα
10 διὰ του̃το ὀφείλει ἡ γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τη̃ς κεφαλη̃ς διὰ τοὺς ἀγγέλους
11 πλὴν οὔτε γυνὴ χωρὶς ἀνδρòς οὔτε ἀνὴρ χωρὶς γυναικòς ἐν κυρίω̨
12 ὥσπερ γὰρ ἡ γυνὴ ἐκ του̃ ἀνδρός οὕτως καὶ ὁ ἀνὴρ διὰ τη̃ς γυναικός τὰ δὲ πάντα ἐκ του̃ θεου̃
13 ἐν ὑμι̃ν αὐτοι̃ς κρίνατε πρέπον ἐστὶν γυναι̃κα ἀκατακάλυπτον τω̨̃ θεω̨̃ προσεύχεσθαι
14 οὐδὲ ἡ φύσις αὐτὴ διδάσκει ὑμα̃ς ὅτι ἀνὴρ μὲν ἐὰν κομα̨̃ ἀτιμία αὐτω̨̃ ἐστιν
15 γυνὴ δὲ ἐὰν κομα̨̃ δόξα αὐτη̨̃ ἐστιν ὅτι ἡ κόμη ἀντὶ περιβολαίου δέδοται αὐτη̨̃
16 εἰ δέ τις δοκει̃ φιλόνεικος εἰ̃ναι ἡμει̃ς τοιαύτην συνήθειαν οὐκ ἔχομεν οὐδὲ αἱ ἐκκλησίαι του̃ θεου̃
17 του̃το δὲ παραγγέλλων οὐκ ἐπαινω̃ ὅτι οὐκ εἰς τò κρει̃σσον ἀλλὰ εἰς τò ἡ̃σσον συνέρχεσθε
18 πρω̃τον μὲν γὰρ συνερχομένων ὑμω̃ν ἐν ἐκκλησία̨ ἀκούω σχίσματα ἐν ὑμι̃ν ὑπάρχειν καὶ μέρος τι πιστεύω
19 δει̃ γὰρ καὶ αἱρέσεις ἐν ὑμι̃ν εἰ̃ναι ἵνα καὶ οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμι̃ν
20 συνερχομένων οὐ̃ν ὑμω̃ν ἐπὶ τò αὐτò οὐκ ἔστιν κυριακòν δει̃πνον φαγει̃ν
21 ἕκαστος γὰρ τò ἴδιον δει̃πνον προλαμβάνει ἐν τω̨̃ φαγει̃ν καὶ ὃς μὲν πεινα̨̃ ὃς δὲ μεθύει
22 μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τò ἐσθίειν καὶ πίνειν ἢ τη̃ς ἐκκλησίας του̃ θεου̃ καταφρονει̃τε καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας τί εἴπω ὑμι̃ν ἐπαινέσω ὑμα̃ς ἐν τούτω̨ οὐκ ἐπαινω̃
23 ἐγὼ γὰρ παρέλαβον ἀπò του̃ κυρίου ὃ καὶ παρέδωκα ὑμι̃ν ὅτι ὁ κύριος ’Ιησου̃ς ἐν τη̨̃ νυκτὶ ἡ̨̃ παρεδίδετο ἔλαβεν ἄρτον
24 καὶ εὐχαριστήσας ἔκλασεν καὶ εἰ̃πεν του̃τό μού ἐστιν τò σω̃μα τò ὑπὲρ ὑμω̃ν του̃το ποιει̃τε εἰς τὴν ἐμὴν ἀνάμνησιν
25 ὡσαύτως καὶ τò ποτήριον μετὰ τò δειπνη̃σαι λέγων του̃το τò ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τω̨̃ ἐμω̨̃ αἵματι του̃το ποιει̃τε ὁσάκις ἐὰν πίνητε εἰς τὴν ἐμὴν ἀνάμνησιν
26 ὁσάκις γὰρ ἐὰν ἐσθίητε τòν ἄρτον του̃τον καὶ τò ποτήριον πίνητε τòν θάνατον του̃ κυρίου καταγγέλλετε ἄχρις οὑ̃ ἔλθη̨
27 ὥστε ὃς ἂν ἐσθίη̨ τòν ἄρτον ἢ πίνη̨ τò ποτήριον του̃ κυρίου ἀναξίως ἔνοχος ἔσται του̃ σώματος καὶ του̃ αἵματος του̃ κυρίου
28 δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτόν καὶ οὕτως ἐκ του̃ ἄρτου ἐσθιέτω καὶ ἐκ του̃ ποτηρίου πινέτω
29 ὁ γὰρ ἐσθίων καὶ πίνων κρίμα ἑαυτω̨̃ ἐσθίει καὶ πίνει μὴ διακρίνων τò σω̃μα
30 διὰ του̃το ἐν ὑμι̃ν πολλοὶ ἀσθενει̃ς καὶ ἄρρωστοι καὶ κοιμω̃νται ἱκανοί
31 εἰ δὲ ἑαυτοὺς διεκρίνομεν οὐκ ἂν ἐκρινόμεθα
32 κρινόμενοι δὲ ὑπò του̃ κυρίου παιδευόμεθα ἵνα μὴ σὺν τω̨̃ κόσμω̨ κατακριθω̃μεν
33 ὥστε ἀδελφοί μου συνερχόμενοι εἰς τò φαγει̃ν ἀλλήλους ἐκδέχεσθε
34 εἴ τις πεινα̨̃ ἐν οἴκω̨ ἐσθιέτω ἵνα μὴ εἰς κρίμα συνέρχησθε τὰ δὲ λοιπὰ ὡς ἂν ἔλθω διατάξομαι
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).