1 περὶ δὲ τω̃ν πνευματικω̃ν ἀδελφοί οὐ θέλω ὑμα̃ς ἀγνοει̃ν |
2 οἴδατε ὅτι ὅτε ἔθνη ἠ̃τε πρòς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἂν ἤγεσθε ἀπαγόμενοι |
3 διò γνωρίζω ὑμι̃ν ὅτι οὐδεὶς ἐν πνεύματι θεου̃ λαλω̃ν λέγει ἀνάθεμα ’Ιησου̃ς καὶ οὐδεὶς δύναται εἰπει̃ν κύριος ’Ιησου̃ς εἰ μὴ ἐν πνεύματι ἁγίω̨ |
4 διαιρέσεις δὲ χαρισμάτων εἰσίν τò δὲ αὐτò πνευ̃μα |
5 καὶ διαιρέσεις διακονιω̃ν εἰσιν καὶ ὁ αὐτòς κύριος |
6 καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν ὁ δὲ αὐτòς θεός ὁ ἐνεργω̃ν τὰ πάντα ἐν πα̃σιν |
7 ἑκάστω̨ δὲ δίδοται ἡ φανέρωσις του̃ πνεύματος πρòς τò συμφέρον |
8 ὡ̨̃ μὲν γὰρ διὰ του̃ πνεύματος δίδοται λόγος σοφίας ἄλλω̨ δὲ λόγος γνώσεως κατὰ τò αὐτò πνευ̃μα |
9 ἑτέρω̨ πίστις ἐν τω̨̃ αὐτω̨̃ πνεύματι ἄλλω̨ δὲ χαρίσματα ἰαμάτων ἐν τω̨̃ ἑνὶ πνεύματι |
10 ἄλλω̨ δὲ ἐνεργήματα δυνάμεων ἄλλω̨ δὲ προφητεία ἄλλω̨ δὲ διακρίσεις πνευμάτων ἑτέρω̨ γένη γλωσσω̃ν ἄλλω̨ δὲ ἑρμηνεία γλωσσω̃ν |
11 πάντα δὲ ταυ̃τα ἐνεργει̃ τò ἓν καὶ τò αὐτò πνευ̃μα διαιρου̃ν ἰδία̨ ἑκάστω̨ καθὼς βούλεται |
12 καθάπερ γὰρ τò σω̃μα ἕν ἐστιν καὶ μέλη πολλὰ ἔχει πάντα δὲ τὰ μέλη του̃ σώματος πολλὰ ὄντα ἕν ἐστιν σω̃μα οὕτως καὶ ὁ Χριστός |
13 καὶ γὰρ ἐν ἑνὶ πνεύματι ἡμει̃ς πάντες εἰς ἓν σω̃μα ἐβαπτίσθημεν εἴτε ’Ιουδαι̃οι εἴτε ‘Έλληνες εἴτε δου̃λοι εἴτε ἐλεύθεροι καὶ πάντες ἓν πνευ̃μα ἐποτίσθημεν |
14 καὶ γὰρ τò σω̃μα οὐκ ἔστιν ἓν μέλος ἀλλὰ πολλά |
15 ἐὰν εἴπη̨ ὁ πούς ὅτι οὐκ εἰμὶ χείρ οὐκ εἰμὶ ἐκ του̃ σώματος οὐ παρὰ του̃το οὐκ ἔστιν ἐκ του̃ σώματος |
16 καὶ ἐὰν εἴπη̨ τò οὐ̃ς ὅτι οὐκ εἰμὶ ὀφθαλμός οὐκ εἰμὶ ἐκ του̃ σώματος οὐ παρὰ του̃το οὐκ ἔστιν ἐκ του̃ σώματος |
17 εἰ ὅλον τò σω̃μα ὀφθαλμός που̃ ἡ ἀκοή εἰ ὅλον ἀκοή που̃ ἡ ὄσφρησις |
18 νυνὶ δὲ ὁ θεòς ἔθετο τὰ μέλη ἓν ἕκαστον αὐτω̃ν ἐν τω̨̃ σώματι καθὼς ἠθέλησεν |
19 εἰ δὲ ἠ̃ν τὰ πάντα ἓν μέλος που̃ τò σω̃μα |
20 νυ̃ν δὲ πολλὰ μὲν μέλη ἓν δὲ σω̃μα |
21 οὐ δύναται δὲ ὁ ὀφθαλμòς εἰπει̃ν τη̨̃ χειρί χρείαν σου οὐκ ἔχω ἢ πάλιν ἡ κεφαλὴ τοι̃ς ποσίν χρείαν ὑμω̃ν οὐκ ἔχω |
22 ἀλλὰ πολλω̨̃ μα̃λλον τὰ δοκου̃ντα μέλη του̃ σώματος ἀσθενέστερα ὑπάρχειν ἀναγκαι̃ά ἐστιν |
23 καὶ ἃ δοκου̃μεν ἀτιμότερα εἰ̃ναι του̃ σώματος τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν καὶ τὰ ἀσχήμονα ἡμω̃ν εὐσχημοσύνην περισσοτέραν ἔχει |
24 τὰ δὲ εὐσχήμονα ἡμω̃ν οὐ χρείαν ἔχει ἀλλὰ ὁ θεòς συνεκέρασεν τò σω̃μα τω̨̃ ὑστερουμένω̨ περισσοτέραν δοὺς τιμήν |
25 ἵνα μὴ ἠ̨̃ σχίσμα ἐν τω̨̃ σώματι ἀλλὰ τò αὐτò ὑπὲρ ἀλλήλων μεριμνω̃σιν τὰ μέλη |
26 καὶ εἴτε πάσχει ἓν μέλος συμπάσχει πάντα τὰ μέλη εἴτε δοξάζεται ἓν μέλος συγχαίρει πάντα τὰ μέλη |
27 ὑμει̃ς δέ ἐστε σω̃μα Χριστου̃ καὶ μέλη ἐκ μέρους |
28 καὶ οὓς μὲν ἔθετο ὁ θεòς ἐν τη̨̃ ἐκκλησία̨ πρω̃τον ἀποστόλους δεύτερον προφήτας τρίτον διδασκάλους ἔπειτα δυνάμεις ἔπειτα χαρίσματα ἰαμάτων ἀντιλήμψεις κυβερνήσεις γένη γλωσσω̃ν |
29 μὴ πάντες ἀπόστολοι μὴ πάντες προφη̃ται μὴ πάντες διδάσκαλοι μὴ πάντες δυνάμεις |
30 μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων μὴ πάντες γλώσσαις λαλου̃σιν μὴ πάντες διερμηνεύουσιν |
31 ζηλου̃τε δὲ τὰ χαρίσματα τὰ μείζονα καὶ ἔτι καθ' ὑπερβολὴν ὁδòν ὑμι̃ν δείκνυμι |