Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α, κεφαλίς 13

ἐὰν ται̃ς γλώσσαις τω̃ν ἀνθρώπων λαλω̃ καὶ τω̃ν ἀγγέλων ἀγάπην δὲ μὴ ἔχω γέγονα χαλκòς ἠχω̃ν ἢ κύμβαλον ἀλαλάζον
καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδω̃ τὰ μυστήρια πάντα καὶ πα̃σαν τὴν γνω̃σιν καὶ ἐὰν ἔχω πα̃σαν τὴν πίστιν ὥστε ὄρη μεθιστάναι ἀγάπην δὲ μὴ ἔχω οὐθέν εἰμι
κἂν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου καὶ ἐὰν παραδω̃ τò σω̃μά μου ἵνα καυχήσωμαι ἀγάπην δὲ μὴ ἔχω οὐδὲν ὠφελου̃μαι
ἡ ἀγάπη μακροθυμει̃ χρηστεύεται ἡ ἀγάπη οὐ ζηλοι̃ ἡ ἀγάπη οὐ περπερεύεται οὐ φυσιου̃ται
οὐκ ἀσχημονει̃ οὐ ζητει̃ τὰ ἑαυτη̃ς οὐ παροξύνεται οὐ λογίζεται τò κακόν
οὐ χαίρει ἐπὶ τη̨̃ ἀδικία̨ συγχαίρει δὲ τη̨̃ ἀληθεία̨
πάντα στέγει πάντα πιστεύει πάντα ἐλπίζει πάντα ὑπομένει
ἡ ἀγάπη οὐδέποτε πίπτει εἴτε δὲ προφητει̃αι καταργηθήσονται εἴτε γλω̃σσαι παύσονται εἴτε γνω̃σις καταργηθήσεται
ἐκ μέρους γὰρ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν
10 ὅταν δὲ ἔλθη̨ τò τέλειον τò ἐκ μέρους καταργηθήσεται
11 ὅτε ἤμην νήπιος ἐλάλουν ὡς νήπιος ἐφρόνουν ὡς νήπιος ἐλογιζόμην ὡς νήπιος ὅτε γέγονα ἀνήρ κατήργηκα τὰ του̃ νηπίου
12 βλέπομεν γὰρ ἄρτι δι' ἐσόπτρου ἐν αἰνίγματι τότε δὲ πρόσωπον πρòς πρόσωπον ἄρτι γινώσκω ἐκ μέρους τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην
13 νυνὶ δὲ μένει πίστις ἐλπίς ἀγάπη τὰ τρία ταυ̃τα μείζων δὲ τούτων ἡ ἀγάπη
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).