ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α,
κεφαλίς 9,
στἰχοι 7-11, 13-14
7 τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ τίς φυτεύει ἀμπελω̃να καὶ τòν καρπòν αὐτου̃ οὐκ ἐσθίει ἢ τίς ποιμαίνει ποίμνην καὶ ἐκ του̃ γάλακτος τη̃ς ποίμνης οὐκ ἐσθίει |
8 μὴ κατὰ ἄνθρωπον ταυ̃τα λαλω̃ ἢ καὶ ὁ νόμος ταυ̃τα οὐ λέγει |
9 ἐν γὰρ τω̨̃ Μωϋσέως νόμω̨ γέγραπται οὐ κημώσεις βου̃ν ἀλοω̃ντα μὴ τω̃ν βοω̃ν μέλει τω̨̃ θεω̨̃ |
10 ἢ δι' ἡμα̃ς πάντως λέγει δι' ἡμα̃ς γὰρ ἐγράφη ὅτι ὀφείλει ἐπ' ἐλπίδι ὁ ἀροτριω̃ν ἀροτρια̃ν καὶ ὁ ἀλοω̃ν ἐπ' ἐλπίδι του̃ μετέχειν |
11 εἰ ἡμει̃ς ὑμι̃ν τὰ πνευματικὰ ἐσπείραμεν μέγα εἰ ἡμει̃ς ὑμω̃ν τὰ σαρκικὰ θερίσομεν ... |
13 οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι τὰ ἐκ του̃ ἱερου̃ ἐσθίουσιν οἱ τω̨̃ θυσιαστηρίω̨ παρεδρεύοντες τω̨̃ θυσιαστηρίω̨ συμμερίζονται |
14 οὕτως καὶ ὁ κύριος διέταξεν τοι̃ς τò εὐαγγέλιον καταγγέλλουσιν ἐκ του̃ εὐαγγελίου ζη̃ν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.