Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Α, κεφαλίς 1

1 ἄνθρωπος ἠ̃ν ἐξ Αρμαθαιμ Σιφα ἐξ ὄρους Εφραιμ καὶ ὄνομα αὐτω̨̃ Ελκανα υἱὸς Ιερεμεηλ υἱου̃ Ηλιου υἱου̃ Θοκε ἐν Νασιβ Εφραιμ
2 καὶ τούτω̨ δύο γυναι̃κες ὄνομα τη̨̃ μια̨̃ Αννα καὶ ὄνομα τη̨̃ δευτέρα̨ Φεννανα καὶ ἠ̃ν τη̨̃ Φεννανα παιδία καὶ τη̨̃ Αννα οὐκ ἠ̃ν παιδίον
3 καὶ ἀνέβαινεν ὁ ἄνθρωπος ἐξ ἡμερω̃ν εἰς ἡμέρας ἐκ πόλεως αὐτου̃ ἐξ Αρμαθαιμ προσκυνει̃ν καὶ θύειν τω̨̃ κυρίω̨ θεω̨̃ σαβαωθ εἰς Σηλω καὶ ἐκει̃ Ηλι καὶ οἱ δύο υἱοὶ αὐτου̃ Οφνι καὶ Φινεες ἱερει̃ς του̃ κυρίου
4 καὶ ἐγενήθη ἡμέρα̨ καὶ ἔθυσεν Ελκανα καὶ ἔδωκεν τη̨̃ Φεννανα γυναικὶ αὐτου̃ καὶ τοι̃ς υἱοι̃ς αὐτη̃ς καὶ ται̃ς θυγατράσιν αὐτη̃ς μερίδας
5 καὶ τη̨̃ Αννα ἔδωκεν μερίδα μίαν ὅτι οὐκ ἠ̃ν αὐτη̨̃ παιδίον πλὴν ὅτι τὴν Ανναν ἠγάπα Ελκανα ὑπὲρ ταύτην καὶ κύριος ἀπέκλεισεν τὰ περὶ τὴν μήτραν αὐτη̃ς
6 ὅτι οὐκ ἔδωκεν αὐτη̨̃ κύριος παιδίον κατὰ τὴν θλι̃ψιν αὐτη̃ς καὶ κατὰ τὴν ἀθυμίαν τη̃ς θλίψεως αὐτη̃ς καὶ ἠθύμει διὰ του̃το ὅτι συνέκλεισεν κύριος τὰ περὶ τὴν μήτραν αὐτη̃ς του̃ μὴ δου̃ναι αὐτη̨̃ παιδίον
7 οὕτως ἐποίει ἐνιαυτὸν κατ' ἐνιαυτὸν ἐν τω̨̃ ἀναβαίνειν αὐτὴν εἰς οἰ̃κον κυρίου καὶ ἠθύμει καὶ ἔκλαιεν καὶ οὐκ ἤσθιεν
8 καὶ εἰ̃πεν αὐτη̨̃ Ελκανα ὁ ἀνὴρ αὐτη̃ς Αννα καὶ εἰ̃πεν αὐτω̨̃ ἰδοὺ ἐγώ κύριε καὶ εἰ̃πεν αὐτη̨̃ τί ἐστίν σοι ὅτι κλαίεις καὶ ἵνα τί οὐκ ἐσθίεις καὶ ἵνα τί τύπτει σε ἡ καρδία σου οὐκ ἀγαθὸς ἐγώ σοι ὑπὲρ δέκα τέκνα
9 καὶ ἀνέστη Αννα μετὰ τὸ φαγει̃ν αὐτοὺς ἐν Σηλω καὶ κατέστη ἐνώπιον κυρίου καὶ Ηλι ὁ ἱερεὺς ἐκάθητο ἐπὶ του̃ δίφρου ἐπὶ τω̃ν φλιω̃ν ναου̃ κυρίου
10 καὶ αὐτὴ κατώδυνος ψυχη̨̃ καὶ προσηύξατο πρὸς κύριον καὶ κλαίουσα ἔκλαυσεν
11 καὶ ηὔξατο εὐχὴν κυρίω̨ λέγουσα Αδωναι κύριε ελωαι σαβαωθ ἐὰν ἐπιβλέπων ἐπιβλέψη̨ς ἐπὶ τὴν ταπείνωσιν τη̃ς δούλης σου καὶ μνησθη̨̃ς μου καὶ δω̨̃ς τη̨̃ δούλη̨ σου σπέρμα ἀνδρω̃ν καὶ δώσω αὐτὸν ἐνώπιόν σου δοτὸν ἕως ἡμέρας θανάτου αὐτου̃ καὶ οἰ̃νον καὶ μέθυσμα οὐ πίεται καὶ σίδηρος οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλὴν αὐτου̃
12 καὶ ἐγενήθη ὅτε ἐπλήθυνεν προσευχομένη ἐνώπιον κυρίου καὶ Ηλι ὁ ἱερεὺς ἐφύλαξεν τὸ στόμα αὐτη̃ς
13 καὶ αὐτὴ ἐλάλει ἐν τη̨̃ καρδία̨ αὐτη̃ς καὶ τὰ χείλη αὐτη̃ς ἐκινει̃το καὶ φωνὴ αὐτη̃ς οὐκ ἠκούετο καὶ ἐλογίσατο αὐτὴν Ηλι εἰς μεθύουσαν
14 καὶ εἰ̃πεν αὐτη̨̃ τὸ παιδάριον Ηλι ἕως πότε μεθυσθήση̨ περιελου̃ τὸν οἰ̃νόν σου καὶ πορεύου ἐκ προσώπου κυρίου
15 καὶ ἀπεκρίθη Αννα καὶ εἰ̃πεν οὐχί κύριε γυνή ἡ̨̃ σκληρὰ ἡμέρα ἐγώ εἰμι καὶ οἰ̃νον καὶ μέθυσμα οὐ πέπωκα καὶ ἐκχέω τὴν ψυχήν μου ἐνώπιον κυρίου
16 μὴ δω̨̃ς τὴν δούλην σου εἰς θυγατέρα λοιμήν ὅτι ἐκ πλήθους ἀδολεσχίας μου ἐκτέτακα ἕως νυ̃ν
17 καὶ ἀπεκρίθη Ηλι καὶ εἰ̃πεν αὐτη̨̃ πορεύου εἰς εἰρήνην ὁ θεὸς Ισραηλ δώ̨η σοι πα̃ν αἴτημά σου ὃ ἠ̨τήσω παρ' αὐτου̃
18 καὶ εἰ̃πεν εὑ̃ρεν ἡ δούλη σου χάριν ἐν ὀφθαλμοι̃ς σου καὶ ἐπορεύθη ἡ γυνὴ εἰς τὴν ὁδὸν αὐτη̃ς καὶ εἰση̃λθεν εἰς τὸ κατάλυμα αὐτη̃ς καὶ ἔφαγεν μετὰ του̃ ἀνδρὸς αὐτη̃ς καὶ ἔπιεν καὶ τὸ πρόσωπον αὐτη̃ς οὐ συνέπεσεν ἔτι
19 καὶ ὀρθρίζουσιν τὸ πρωὶ καὶ προσκυνου̃σιν τω̨̃ κυρίω̨ καὶ πορεύονται τὴν ὁδὸν αὐτω̃ν καὶ εἰση̃λθεν Ελκανα εἰς τὸν οἰ̃κον αὐτου̃ Αρμαθαιμ καὶ ἔγνω τὴν Ανναν γυναι̃κα αὐτου̃ καὶ ἐμνήσθη αὐτη̃ς κύριος
20 καὶ συνέλαβεν καὶ ἐγενήθη τω̨̃ καιρω̨̃ τω̃ν ἡμερω̃ν καὶ ἔτεκεν υἱόν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτου̃ Σαμουηλ καὶ εἰ̃πεν ὅτι παρὰ κυρίου θεου̃ σαβαωθ ἠ̨τησάμην αὐτόν
21 καὶ ἀνέβη ὁ ἄνθρωπος Ελκανα καὶ πα̃ς ὁ οἰ̃κος αὐτου̃ θυ̃σαι ἐν Σηλωμ τὴν θυσίαν τω̃ν ἡμερω̃ν καὶ τὰς εὐχὰς αὐτου̃ καὶ πάσας τὰς δεκάτας τη̃ς γη̃ς αὐτου̃
22 καὶ Αννα οὐκ ἀνέβη μετ' αὐτου̃ ὅτι εἰ̃πεν τω̨̃ ἀνδρὶ αὐτη̃ς ἕως του̃ ἀναβη̃ναι τὸ παιδάριον ἐὰν ἀπογαλακτίσω αὐτό καὶ ὀφθήσεται τω̨̃ προσώπω̨ κυρίου καὶ καθήσεται ἐκει̃ ἕως αἰω̃νος
23 καὶ εἰ̃πεν αὐτη̨̃ Ελκανα ὁ ἀνὴρ αὐτη̃ς ποίει τὸ ἀγαθὸν ἐν ὀφθαλμοι̃ς σου κάθου ἕως ἂν ἀπογαλακτίση̨ς αὐτό ἀλλὰ στήσαι κύριος τὸ ἐξελθὸν ἐκ του̃ στόματός σου καὶ ἐκάθισεν ἡ γυνὴ καὶ ἐθήλασεν τὸν υἱὸν αὐτη̃ς ἕως ἂν ἀπογαλακτίση̨ αὐτόν
24 καὶ ἀνέβη μετ' αὐτου̃ εἰς Σηλωμ ἐν μόσχω̨ τριετίζοντι καὶ ἄρτοις καὶ οιφι σεμιδάλεως καὶ νεβελ οἴνου καὶ εἰση̃λθεν εἰς οἰ̃κον κυρίου ἐν Σηλωμ καὶ τὸ παιδάριον μετ' αὐτω̃ν
25 καὶ προσήγαγον ἐνώπιον κυρίου καὶ ἔσφαξεν ὁ πατὴρ αὐτου̃ τὴν θυσίαν ἣν ἐποίει ἐξ ἡμερω̃ν εἰς ἡμέρας τω̨̃ κυρίω̨ καὶ προσήγαγεν τὸ παιδάριον καὶ ἔσφαξεν τὸν μόσχον καὶ προσήγαγεν Αννα ἡ μήτηρ του̃ παιδαρίου πρὸς Ηλι
26 καὶ εἰ̃πεν ἐν ἐμοί κύριε ζη̨̃ ἡ ψυχή σου ἐγὼ ἡ γυνὴ ἡ καταστα̃σα ἐνώπιόν σου ἐν τω̨̃ προσεύξασθαι πρὸς κύριον
27 ὑπὲρ του̃ παιδαρίου τούτου προσηυξάμην καὶ ἔδωκέν μοι κύριος τὸ αἴτημά μου ὃ ἠ̨τησάμην παρ' αὐτου̃
28 κἀγὼ κιχρω̃ αὐτὸν τω̨̃ κυρίω̨ πάσας τὰς ἡμέρας ἃς ζη̨̃ αὐτός χρη̃σιν τω̨̃ κυρίω̨

ΒΑΣΙΛΕΙΩΝ Α, κεφαλίς 2

1 καὶ εἰ̃πεν ἐστερεώθη ἡ καρδία μου ἐν κυρίω̨ ὑψώθη κέρας μου ἐν θεω̨̃ μου ἐπλατύνθη ἐπὶ ἐχθροὺς τὸ στόμα μου εὐφράνθην ἐν σωτηρία̨ σου
2 ὅτι οὐκ ἔστιν ἅγιος ὡς κύριος καὶ οὐκ ἔστιν δίκαιος ὡς ὁ θεὸς ἡμω̃ν οὐκ ἔστιν ἅγιος πλὴν σου̃
3 μὴ καυχα̃σθε καὶ μὴ λαλει̃τε ὑψηλά μὴ ἐξελθάτω μεγαλορρημοσύνη ἐκ του̃ στόματος ὑμω̃ν ὅτι θεὸς γνώσεων κύριος καὶ θεὸς ἑτοιμάζων ἐπιτηδεύματα αὐτου̃
4 τόξον δυνατω̃ν ἠσθένησεν καὶ ἀσθενου̃ντες περιεζώσαντο δύναμιν
5 πλήρεις ἄρτων ἠλαττώθησαν καὶ οἱ πεινω̃ντες παρη̃καν γη̃ν ὅτι στει̃ρα ἔτεκεν ἑπτά καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησεν
6 κύριος θανατοι̃ καὶ ζωογονει̃ κατάγει εἰς ἅ̨δου καὶ ἀνάγει
7 κύριος πτωχίζει καὶ πλουτίζει ταπεινοι̃ καὶ ἀνυψοι̃
8 ἀνιστα̨̃ ἀπὸ γη̃ς πένητα καὶ ἀπὸ κοπρίας ἐγείρει πτωχὸν καθίσαι μετὰ δυναστω̃ν λαω̃ν καὶ θρόνον δόξης κατακληρονομω̃ν αὐτοι̃ς
9 διδοὺς εὐχὴν τω̨̃ εὐχομένω̨ καὶ εὐλόγησεν ἔτη δικαίου ὅτι οὐκ ἐν ἰσχύι δυνατὸς ἀνήρ
10 κύριος ἀσθενη̃ ποιήσει ἀντίδικον αὐτου̃ κύριος ἅγιος μὴ καυχάσθω ὁ φρόνιμος ἐν τη̨̃ φρονήσει αὐτου̃ καὶ μὴ καυχάσθω ὁ δυνατὸς ἐν τη̨̃ δυνάμει αὐτου̃ καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τω̨̃ πλούτω̨ αὐτου̃ ἀλλ' ἢ ἐν τούτω̨ καυχάσθω ὁ καυχώμενος συνίειν καὶ γινώσκειν τὸν κύριον καὶ ποιει̃ν κρίμα καὶ δικαιοσύνην ἐν μέσω̨ τη̃ς γη̃ς κύριος ἀνέβη εἰς οὐρανοὺς καὶ ἐβρόντησεν αὐτὸς κρινει̃ ἄκρα γη̃ς καὶ δίδωσιν ἰσχὺν τοι̃ς βασιλευ̃σιν ἡμω̃ν καὶ ὑψώσει κέρας χριστου̃ αὐτου̃
11 καὶ κατέλιπον αὐτὸν ἐκει̃ ἐνώπιον κυρίου καὶ ἀπη̃λθον εἰς Αρμαθαιμ καὶ τὸ παιδάριον ἠ̃ν λειτουργω̃ν τω̨̃ προσώπω̨ κυρίου ἐνώπιον Ηλι του̃ ἱερέως
12 καὶ οἱ υἱοὶ Ηλι του̃ ἱερέως υἱοὶ λοιμοὶ οὐκ εἰδότες τὸν κύριον
13 καὶ τὸ δικαίωμα του̃ ἱερέως παρὰ του̃ λαου̃ παντὸς του̃ θύοντος καὶ ἤρχετο τὸ παιδάριον του̃ ἱερέως ὡς ἂν ἡψήθη τὸ κρέας καὶ κρεάγρα τριόδους ἐν τη̨̃ χειρὶ αὐτου̃
14 καὶ ἐπάταξεν αὐτὴν εἰς τὸν λέβητα τὸν μέγαν ἢ εἰς τὸ χαλκίον ἢ εἰς τὴν κύθραν πα̃ν ὃ ἐὰν ἀνέβη ἐν τη̨̃ κρεάγρα̨ ἐλάμβανεν ἑαυτω̨̃ ὁ ἱερεύς κατὰ τάδε ἐποίουν παντὶ Ισραηλ τοι̃ς ἐρχομένοις θυ̃σαι κυρίω̨ ἐν Σηλωμ
15 καὶ πρὶν θυμιαθη̃ναι τὸ στέαρ ἤρχετο τὸ παιδάριον του̃ ἱερέως καὶ ἔλεγεν τω̨̃ ἀνδρὶ τω̨̃ θύοντι δὸς κρέας ὀπτη̃σαι τω̨̃ ἱερει̃ καὶ οὐ μὴ λάβω παρὰ σου̃ ἑφθὸν ἐκ του̃ λέβητος
16 καὶ ἔλεγεν ὁ ἀνὴρ ὁ θύων θυμιαθήτω πρω̃τον ὡς καθήκει τὸ στέαρ καὶ λαβὲ σεαυτω̨̃ ἐκ πάντων ὡ̃ν ἐπιθυμει̃ ἡ ψυχή σου καὶ εἰ̃πεν οὐχί ὅτι νυ̃ν δώσεις καὶ ἐὰν μή λήμψομαι κραταιω̃ς
17 καὶ ἠ̃ν ἡ ἁμαρτία τω̃ν παιδαρίων ἐνώπιον κυρίου μεγάλη σφόδρα ὅτι ἠθέτουν τὴν θυσίαν κυρίου
18 καὶ Σαμουηλ ἠ̃ν λειτουργω̃ν ἐνώπιον κυρίου παιδάριον περιεζωσμένον εφουδ βαρ
19 καὶ διπλοΐδα μικρὰν ἐποίησεν αὐτω̨̃ ἡ μήτηρ αὐτου̃ καὶ ἀνέφερεν αὐτω̨̃ ἐξ ἡμερω̃ν εἰς ἡμέρας ἐν τω̨̃ ἀναβαίνειν αὐτὴν μετὰ του̃ ἀνδρὸς αὐτη̃ς θυ̃σαι τὴν θυσίαν τω̃ν ἡμερω̃ν
20 καὶ εὐλόγησεν Ηλι τὸν Ελκανα καὶ τὴν γυναι̃κα αὐτου̃ λέγων ἀποτείσαι σοι κύριος σπέρμα ἐκ τη̃ς γυναικὸς ταύτης ἀντὶ του̃ χρέους οὑ̃ ἔχρησας τω̨̃ κυρίω̨ καὶ ἀπη̃λθεν ὁ ἄνθρωπος εἰς τὸν τόπον αὐτου̃
21 καὶ ἐπεσκέψατο κύριος τὴν Ανναν καὶ ἔτεκεν ἔτι τρει̃ς υἱοὺς καὶ δύο θυγατέρας καὶ ἐμεγαλύνθη τὸ παιδάριον Σαμουηλ ἐνώπιον κυρίου
22 καὶ Ηλι πρεσβύτης σφόδρα καὶ ἤκουσεν ἃ ἐποίουν οἱ υἱοὶ αὐτου̃ τοι̃ς υἱοι̃ς Ισραηλ
23 καὶ εἰ̃πεν αὐτοι̃ς ἵνα τί ποιει̃τε κατὰ τὸ ῥη̃μα του̃το ὃ ἐγὼ ἀκούω ἐκ στόματος παντὸς του̃ λαου̃ κυρίου
24 μή τέκνα ὅτι οὐκ ἀγαθὴ ἡ ἀκοή ἣν ἐγὼ ἀκούω μὴ ποιει̃τε οὕτως ὅτι οὐκ ἀγαθαὶ αἱ ἀκοαί ἃς ἐγὼ ἀκούω του̃ μὴ δουλεύειν λαὸν θεω̨̃
25 ἐὰν ἁμαρτάνων ἁμάρτη̨ ἀνὴρ εἰς ἄνδρα καὶ προσεύξονται ὑπὲρ αὐτου̃ πρὸς κύριον καὶ ἐὰν τω̨̃ κυρίω̨ ἁμάρτη̨ τίς προσεύξεται ὑπὲρ αὐτου̃ καὶ οὐκ ἤκουον τη̃ς φωνη̃ς του̃ πατρὸς αὐτω̃ν ὅτι βουλόμενος ἐβούλετο κύριος διαφθει̃ραι αὐτούς
26 καὶ τὸ παιδάριον Σαμουηλ ἐπορεύετο καὶ ἐμεγαλύνετο καὶ ἀγαθὸν καὶ μετὰ κυρίου καὶ μετὰ ἀνθρώπων
27 καὶ ἠ̃λθεν ἄνθρωπος θεου̃ πρὸς Ηλι καὶ εἰ̃πεν τάδε λέγει κύριος ἀποκαλυφθεὶς ἀπεκαλύφθην πρὸς οἰ̃κον πατρός σου ὄντων αὐτω̃ν ἐν γη̨̃ Αἰγύπτω̨ δούλων τω̨̃ οἴκω̨ Φαραω
28 καὶ ἐξελεξάμην τὸν οἰ̃κον του̃ πατρός σου ἐκ πάντων τω̃ν σκήπτρων Ισραηλ ἐμοὶ ἱερατεύειν καὶ ἀναβαίνειν ἐπὶ θυσιαστήριόν μου καὶ θυμια̃ν θυμίαμα καὶ αἴρειν εφουδ καὶ ἔδωκα τω̨̃ οἴκω̨ του̃ πατρός σου τὰ πάντα του̃ πυρὸς υἱω̃ν Ισραηλ εἰς βρω̃σιν
29 καὶ ἵνα τί ἐπέβλεψας ἐπὶ τὸ θυμίαμά μου καὶ εἰς τὴν θυσίαν μου ἀναιδει̃ ὀφθαλμω̨̃ καὶ ἐδόξασας τοὺς υἱούς σου ὑπὲρ ἐμὲ ἐνευλογει̃σθαι ἀπαρχη̃ς πάσης θυσίας Ισραηλ ἔμπροσθέν μου
30 διὰ του̃το τάδε εἰ̃πεν κύριος ὁ θεὸς Ισραηλ εἰ̃πα ὁ οἰ̃κός σου καὶ ὁ οἰ̃κος του̃ πατρός σου διελεύσεται ἐνώπιόν μου ἕως αἰω̃νος καὶ νυ̃ν φησιν κύριος μηδαμω̃ς ἐμοί ὅτι ἀλλ' ἢ τοὺς δοξάζοντάς με δοξάσω καὶ ὁ ἐξουθενω̃ν με ἀτιμωθήσεται
31 ἰδοὺ ἡμέραι ἔρχονται καὶ ἐξολεθρεύσω τὸ σπέρμα σου καὶ τὸ σπέρμα οἴκου πατρός σου
32 καὶ οὐκ ἔσται σου πρεσβύτης ἐν οἴκω̨ μου πάσας τὰς ἡμέρας
33 καὶ ἄνδρα οὐκ ἐξολεθρεύσω σοι ἀπὸ του̃ θυσιαστηρίου μου ἐκλιπει̃ν τοὺς ὀφθαλμοὺς αὐτου̃ καὶ καταρρει̃ν τὴν ψυχὴν αὐτου̃ καὶ πα̃ς περισσεύων οἴκου σου πεσου̃νται ἐν ῥομφαία̨ ἀνδρω̃ν
34 καὶ του̃τό σοι τὸ σημει̃ον ὃ ἥξει ἐπὶ τοὺς δύο υἱούς σου τούτους Οφνι καὶ Φινεες ἐν ἡμέρα̨ μια̨̃ ἀποθανου̃νται ἀμφότεροι
35 καὶ ἀναστήσω ἐμαυτω̨̃ ἱερέα πιστόν ὃς πάντα τὰ ἐν τη̨̃ καρδία̨ μου καὶ τὰ ἐν τη̨̃ ψυχη̨̃ μου ποιήσει καὶ οἰκοδομήσω αὐτω̨̃ οἰ̃κον πιστόν καὶ διελεύσεται ἐνώπιον χριστου̃ μου πάσας τὰς ἡμέρας
36 καὶ ἔσται ὁ περισσεύων ἐν οἴκω̨ σου ἥξει προσκυνει̃ν αὐτω̨̃ ὀβολου̃ ἀργυρίου λέγων παράρριψόν με ἐπὶ μίαν τω̃ν ἱερατειω̃ν σου φαγει̃ν ἄρτον
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).