Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Α, κεφαλίς 8

1 καὶ ἐγένετο ὡς ἐγήρασεν Σαμουηλ καὶ κατέστησεν τοὺς υἱοὺς αὐτου̃ δικαστὰς τω̨̃ Ισραηλ
2 καὶ ταυ̃τα τὰ ὀνόματα τω̃ν υἱω̃ν αὐτου̃ πρωτότοκος Ιωηλ καὶ ὄνομα του̃ δευτέρου Αβια δικασταὶ ἐν Βηρσαβεε
3 καὶ οὐκ ἐπορεύθησαν οἱ υἱοὶ αὐτου̃ ἐν ὁδω̨̃ αὐτου̃ καὶ ἐξέκλιναν ὀπίσω τη̃ς συντελείας καὶ ἐλάμβανον δω̃ρα καὶ ἐξέκλινον δικαιώματα
4 καὶ συναθροίζονται ἄνδρες Ισραηλ καὶ παραγίνονται εἰς Αρμαθαιμ πρὸς Σαμουηλ
5 καὶ εἰ̃παν αὐτω̨̃ ἰδοὺ σὺ γεγήρακας καὶ οἱ υἱοί σου οὐ πορεύονται ἐν τη̨̃ ὁδω̨̃ σου καὶ νυ̃ν κατάστησον ἐφ' ἡμα̃ς βασιλέα δικάζειν ἡμα̃ς καθὰ καὶ τὰ λοιπὰ ἔθνη
6 καὶ ἠ̃ν πονηρὸν τὸ ῥη̃μα ἐν ὀφθαλμοι̃ς Σαμουηλ ὡς εἰ̃παν δὸς ἡμι̃ν βασιλέα δικάζειν ἡμα̃ς καὶ προσηύξατο Σαμουηλ πρὸς κύριον
7 καὶ εἰ̃πεν κύριος πρὸς Σαμουηλ ἄκουε τη̃ς φωνη̃ς του̃ λαου̃ καθὰ ἂν λαλήσωσίν σοι ὅτι οὐ σὲ ἐξουθενήκασιν ἀλλ' ἢ ἐμὲ ἐξουδενώκασιν του̃ μὴ βασιλεύειν ἐπ' αὐτω̃ν
8 κατὰ πάντα τὰ ποιήματα ἃ ἐποίησάν μοι ἀφ' ἡ̃ς ἡμέρας ἀνήγαγον αὐτοὺς ἐξ Αἰγύπτου ἕως τη̃ς ἡμέρας ταύτης καὶ ἐγκατέλιπόν με καὶ ἐδούλευον θεοι̃ς ἑτέροις οὕτως αὐτοὶ ποιου̃σιν καὶ σοί
9 καὶ νυ̃ν ἄκουε τη̃ς φωνη̃ς αὐτω̃ν πλὴν ὅτι διαμαρτυρόμενος διαμαρτύρη̨ αὐτοι̃ς καὶ ἀπαγγελει̃ς αὐτοι̃ς τὸ δικαίωμα του̃ βασιλέως ὃς βασιλεύσει ἐπ' αὐτούς
10 καὶ εἰ̃πεν Σαμουηλ πα̃ν τὸ ῥη̃μα κυρίου πρὸς τὸν λαὸν τοὺς αἰτου̃ντας παρ' αὐτου̃ βασιλέα
11 καὶ εἰ̃πεν του̃το ἔσται τὸ δικαίωμα του̃ βασιλέως ὃς βασιλεύσει ἐφ' ὑμα̃ς τοὺς υἱοὺς ὑμω̃ν λήμψεται καὶ θήσεται αὐτοὺς ἐν ἅρμασιν αὐτου̃ καὶ ἱππευ̃σιν αὐτου̃ καὶ προτρέχοντας τω̃ν ἁρμάτων αὐτου̃
12 καὶ θέσθαι αὐτοὺς ἑαυτω̨̃ χιλιάρχους καὶ ἑκατοντάρχους καὶ θερίζειν θερισμὸν αὐτου̃ καὶ τρυγα̃ν τρυγητὸν αὐτου̃ καὶ ποιει̃ν σκεύη πολεμικὰ αὐτου̃ καὶ σκεύη ἁρμάτων αὐτου̃
13 καὶ τὰς θυγατέρας ὑμω̃ν λήμψεται εἰς μυρεψοὺς καὶ εἰς μαγειρίσσας καὶ εἰς πεσσούσας
14 καὶ τοὺς ἀγροὺς ὑμω̃ν καὶ τοὺς ἀμπελω̃νας ὑμω̃ν καὶ τοὺς ἐλαιω̃νας ὑμω̃ν τοὺς ἀγαθοὺς λήμψεται καὶ δώσει τοι̃ς δούλοις αὐτου̃
15 καὶ τὰ σπέρματα ὑμω̃ν καὶ τοὺς ἀμπελω̃νας ὑμω̃ν ἀποδεκατώσει καὶ δώσει τοι̃ς εὐνούχοις αὐτου̃ καὶ τοι̃ς δούλοις αὐτου̃
16 καὶ τοὺς δούλους ὑμω̃ν καὶ τὰς δούλας ὑμω̃ν καὶ τὰ βουκόλια ὑμω̃ν τὰ ἀγαθὰ καὶ τοὺς ὄνους ὑμω̃ν λήμψεται καὶ ἀποδεκατώσει εἰς τὰ ἔργα αὐτου̃
17 καὶ τὰ ποίμνια ὑμω̃ν ἀποδεκατώσει καὶ ὑμει̃ς ἔσεσθε αὐτω̨̃ δου̃λοι
18 καὶ βοήσεσθε ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐκ προσώπου βασιλέως ὑμω̃ν οὑ̃ ἐξελέξασθε ἑαυτοι̃ς καὶ οὐκ ἐπακούσεται κύριος ὑμω̃ν ἐν ται̃ς ἡμέραις ἐκείναις ὅτι ὑμει̃ς ἐξελέξασθε ἑαυτοι̃ς βασιλέα
19 καὶ οὐκ ἠβούλετο ὁ λαὸς ἀκου̃σαι του̃ Σαμουηλ καὶ εἰ̃παν αὐτω̨̃ οὐχί ἀλλ' ἢ βασιλεὺς ἔσται ἐφ' ἡμα̃ς
20 καὶ ἐσόμεθα καὶ ἡμει̃ς κατὰ πάντα τὰ ἔθνη καὶ δικάσει ἡμα̃ς βασιλεὺς ἡμω̃ν καὶ ἐξελεύσεται ἔμπροσθεν ἡμω̃ν καὶ πολεμήσει τὸν πόλεμον ἡμω̃ν
21 καὶ ἤκουσεν Σαμουηλ πάντας τοὺς λόγους του̃ λαου̃ καὶ ἐλάλησεν αὐτοὺς εἰς τὰ ὠ̃τα κυρίου
22 καὶ εἰ̃πεν κύριος πρὸς Σαμουηλ ἄκουε τη̃ς φωνη̃ς αὐτω̃ν καὶ βασίλευσον αὐτοι̃ς βασιλέα καὶ εἰ̃πεν Σαμουηλ πρὸς ἄνδρας Ισραηλ ἀποτρεχέτω ἕκαστος εἰς τὴν πόλιν αὐτου̃

ΒΑΣΙΛΕΙΩΝ Α, κεφαλίς 9

1 καὶ ἠ̃ν ἀνὴρ ἐξ υἱω̃ν Βενιαμιν καὶ ὄνομα αὐτω̨̃ Κις υἱὸς Αβιηλ υἱου̃ Σαρεδ υἱου̃ Βαχιρ υἱου̃ Αφεκ υἱου̃ ἀνδρὸς Ιεμιναίου ἀνὴρ δυνατός
2 καὶ τούτω̨ υἱός καὶ ὄνομα αὐτω̨̃ Σαουλ εὐμεγέθης ἀνὴρ ἀγαθός καὶ οὐκ ἠ̃ν ἐν υἱοι̃ς Ισραηλ ἀγαθὸς ὑπὲρ αὐτόν ὑπὲρ ὠμίαν καὶ ἐπάνω ὑψηλὸς ὑπὲρ πα̃σαν τὴν γη̃ν
3 καὶ ἀπώλοντο αἱ ὄνοι Κις πατρὸς Σαουλ καὶ εἰ̃πεν Κις πρὸς Σαουλ τὸν υἱὸν αὐτου̃ λαβὲ μετὰ σεαυτου̃ ἓν τω̃ν παιδαρίων καὶ ἀνάστητε καὶ πορεύθητε καὶ ζητήσατε τὰς ὄνους
4 καὶ διη̃λθον δι' ὄρους Εφραιμ καὶ διη̃λθον διὰ τη̃ς γη̃ς Σελχα καὶ οὐχ εὑ̃ρον καὶ διη̃λθον διὰ τη̃ς γη̃ς Εασακεμ καὶ οὐκ ἠ̃ν καὶ διη̃λθον διὰ τη̃ς γη̃ς Ιακιμ καὶ οὐχ εὑ̃ρον
5 αὐτω̃ν ἐλθόντων εἰς τὴν Σιφ καὶ Σαουλ εἰ̃πεν τω̨̃ παιδαρίω̨ αὐτου̃ τω̨̃ μετ' αὐτου̃ δευ̃ρο καὶ ἀναστρέψωμεν μὴ ἀνεὶς ὁ πατήρ μου τὰς ὄνους φροντίζη̨ περὶ ἡμω̃ν
6 καὶ εἰ̃πεν αὐτω̨̃ τὸ παιδάριον ἰδοὺ δὴ ἄνθρωπος του̃ θεου̃ ἐν τη̨̃ πόλει ταύτη̨ καὶ ὁ ἄνθρωπος ἔνδοξος πα̃ν ὃ ἐὰν λαλήση̨ παραγινόμενον παρέσται καὶ νυ̃ν πορευθω̃μεν ὅπως ἀπαγγείλη̨ ἡμι̃ν τὴν ὁδὸν ἡμω̃ν ἐφ' ἣν ἐπορεύθημεν ἐπ' αὐτήν
7 καὶ εἰ̃πεν Σαουλ τω̨̃ παιδαρίω̨ αὐτου̃ τω̨̃ μετ' αὐτου̃ καὶ ἰδοὺ πορευσόμεθα καὶ τί οἴσομεν τω̨̃ ἀνθρώπω̨ του̃ θεου̃ ὅτι οἱ ἄρτοι ἐκλελοίπασιν ἐκ τω̃ν ἀγγείων ἡμω̃ν καὶ πλει̃ον οὐκ ἔστιν μεθ' ἡμω̃ν εἰσενεγκει̃ν τω̨̃ ἀνθρώπω̨ του̃ θεου̃ τὸ ὑπάρχον ἡμι̃ν
8 καὶ προσέθετο τὸ παιδάριον ἀποκριθη̃ναι τω̨̃ Σαουλ καὶ εἰ̃πεν ἰδοὺ εὕρηται ἐν τη̨̃ χειρί μου τέταρτον σίκλου ἀργυρίου καὶ δώσεις τω̨̃ ἀνθρώπω̨ του̃ θεου̃ καὶ ἀπαγγελει̃ ἡμι̃ν τὴν ὁδὸν ἡμω̃ν
9 καὶ ἔμπροσθεν ἐν Ισραηλ τάδε ἔλεγεν ἕκαστος ἐν τω̨̃ πορεύεσθαι ἐπερωτα̃ν τὸν θεόν δευ̃ρο πορευθω̃μεν πρὸς τὸν βλέποντα ὅτι τὸν προφήτην ἐκάλει ὁ λαὸς ἔμπροσθεν ὁ βλέπων
10 καὶ εἰ̃πεν Σαουλ πρὸς τὸ παιδάριον αὐτου̃ ἀγαθὸν τὸ ῥη̃μα δευ̃ρο καὶ πορευθω̃μεν καὶ ἐπορεύθησαν εἰς τὴν πόλιν οὑ̃ ἠ̃ν ἐκει̃ ὁ ἄνθρωπος του̃ θεου̃
11 αὐτω̃ν ἀναβαινόντων τὴν ἀνάβασιν τη̃ς πόλεως καὶ αὐτοὶ εὑρίσκουσιν τὰ κοράσια ἐξεληλυθότα ὑδρεύσασθαι ὕδωρ καὶ λέγουσιν αὐται̃ς εἰ ἔστιν ἐνταυ̃θα ὁ βλέπων
12 καὶ ἀπεκρίθη τὰ κοράσια αὐτοι̃ς καὶ λέγουσιν αὐτοι̃ς ἔστιν ἰδοὺ κατὰ πρόσωπον ὑμω̃ν νυ̃ν διὰ τὴν ἡμέραν ἥκει εἰς τὴν πόλιν ὅτι θυσία σήμερον τω̨̃ λαω̨̃ ἐν Βαμα
13 ὡς ἂν εἰσέλθητε τὴν πόλιν οὕτως εὑρήσετε αὐτὸν ἐν τη̨̃ πόλει πρὶν ἀναβη̃ναι αὐτὸν εἰς Βαμα του̃ φαγει̃ν ὅτι οὐ μὴ φάγη̨ ὁ λαὸς ἕως του̃ εἰσελθει̃ν αὐτόν ὅτι οὑ̃τος εὐλογει̃ τὴν θυσίαν καὶ μετὰ ταυ̃τα ἐσθίουσιν οἱ ξένοι καὶ νυ̃ν ἀνάβητε ὅτι διὰ τὴν ἡμέραν εὑρήσετε αὐτόν
14 καὶ ἀναβαίνουσιν τὴν πόλιν αὐτω̃ν εἰσπορευομένων εἰς μέσον τη̃ς πόλεως καὶ ἰδοὺ Σαμουηλ ἐξη̃λθεν εἰς ἀπάντησιν αὐτω̃ν του̃ ἀναβη̃ναι εἰς Βαμα
15 καὶ κύριος ἀπεκάλυψεν τὸ ὠτίον Σαμουηλ ἡμέρα̨ μια̨̃ ἔμπροσθεν του̃ ἐλθει̃ν πρὸς αὐτὸν Σαουλ λέγων
16 ὡς ὁ καιρὸς αὔριον ἀποστελω̃ πρὸς σὲ ἄνδρα ἐκ γη̃ς Βενιαμιν καὶ χρίσεις αὐτὸν εἰς ἄρχοντα ἐπὶ τὸν λαόν μου Ισραηλ καὶ σώσει τὸν λαόν μου ἐκ χειρὸς ἀλλοφύλων ὅτι ἐπέβλεψα ἐπὶ τὴν ταπείνωσιν του̃ λαου̃ μου ὅτι ἠ̃λθεν βοὴ αὐτω̃ν πρός με
17 καὶ Σαμουηλ εἰ̃δεν τὸν Σαουλ καὶ κύριος ἀπεκρίθη αὐτω̨̃ ἰδοὺ ὁ ἄνθρωπος ὃν εἰ̃πά σοι οὑ̃τος ἄρξει ἐν τω̨̃ λαω̨̃ μου
18 καὶ προσήγαγεν Σαουλ πρὸς Σαμουηλ εἰς μέσον τη̃ς πόλεως καὶ εἰ̃πεν ἀπάγγειλον δὴ ποι̃ος ὁ οἰ̃κος του̃ βλέποντος
19 καὶ ἀπεκρίθη Σαμουηλ τω̨̃ Σαουλ καὶ εἰ̃πεν ἐγώ εἰμι αὐτός ἀνάβηθι ἔμπροσθέν μου εἰς Βαμα καὶ φάγε μετ' ἐμου̃ σήμερον καὶ ἐξαποστελω̃ σε πρωὶ καὶ πάντα τὰ ἐν τη̨̃ καρδία̨ σου ἀπαγγελω̃ σοι
20 καὶ περὶ τω̃ν ὄνων σου τω̃ν ἀπολωλυιω̃ν σήμερον τριταίων μὴ θη̨̃ς τὴν καρδίαν σου αὐται̃ς ὅτι εὕρηνται καὶ τίνι τὰ ὡραι̃α του̃ Ισραηλ οὐ σοὶ καὶ τω̨̃ οἴκω̨ του̃ πατρός σου
21 καὶ ἀπεκρίθη Σαουλ καὶ εἰ̃πεν οὐχὶ ἀνδρὸς υἱὸς Ιεμιναίου ἐγώ εἰμι του̃ μικρου̃ σκήπτρου φυλη̃ς Ισραηλ καὶ τη̃ς φυλη̃ς τη̃ς ἐλαχίστης ἐξ ὅλου σκήπτρου Βενιαμιν καὶ ἵνα τί ἐλάλησας πρὸς ἐμὲ κατὰ τὸ ῥη̃μα του̃το
22 καὶ ἔλαβεν Σαμουηλ τὸν Σαουλ καὶ τὸ παιδάριον αὐτου̃ καὶ εἰσήγαγεν αὐτοὺς εἰς τὸ κατάλυμα καὶ ἔθετο αὐτοι̃ς τόπον ἐν πρώτοις τω̃ν κεκλημένων ὡσεὶ ἑβδομήκοντα ἀνδρω̃ν
23 καὶ εἰ̃πεν Σαμουηλ τω̨̃ μαγείρω̨ δός μοι τὴν μερίδα ἣν ἔδωκά σοι ἣν εἰ̃πά σοι θει̃ναι αὐτὴν παρὰ σοί
24 καὶ ὕψωσεν ὁ μάγειρος τὴν κωλέαν καὶ παρέθηκεν αὐτὴν ἐνώπιον Σαουλ καὶ εἰ̃πεν Σαμουηλ τω̨̃ Σαουλ ἰδοὺ ὑπόλειμμα παράθες αὐτὸ ἐνώπιόν σου καὶ φάγε ὅτι εἰς μαρτύριον τέθειταί σοι παρὰ τοὺς ἄλλους ἀπόκνιζε καὶ ἔφαγεν Σαουλ μετὰ Σαμουηλ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨
25 καὶ κατέβη ἐκ τη̃ς Βαμα ἐν τη̨̃ πόλει καὶ διέστρωσαν τω̨̃ Σαουλ ἐπὶ τω̨̃ δώματι
26 καὶ ἐκοιμήθη καὶ ἐγένετο ὡς ἀνέβαινεν ὁ ὄρθρος καὶ ἐκάλεσεν Σαμουηλ τὸν Σαουλ ἐπὶ τω̨̃ δώματι λέγων ἀνάστα καὶ ἐξαποστελω̃ σε καὶ ἀνέστη Σαουλ καὶ ἐξη̃λθεν αὐτὸς καὶ Σαμουηλ ἕως ἔξω
27 αὐτω̃ν καταβαινόντων εἰς μέρος τη̃ς πόλεως καὶ Σαμουηλ εἰ̃πεν τω̨̃ Σαουλ εἰπὸν τω̨̃ νεανίσκω̨ καὶ διελθέτω ἔμπροσθεν ἡμω̃ν καὶ σὺ στη̃θι ὡς σήμερον καὶ ἄκουσον ῥη̃μα θεου̃

ΒΑΣΙΛΕΙΩΝ Α, κεφαλίς 10

1 καὶ ἔλαβεν Σαμουηλ τὸν φακὸν του̃ ἐλαίου καὶ ἐπέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτου̃ καὶ ἐφίλησεν αὐτὸν καὶ εἰ̃πεν αὐτω̨̃ οὐχὶ κέχρικέν σε κύριος εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτου̃ ἐπὶ Ισραηλ καὶ σὺ ἄρξεις ἐν λαω̨̃ κυρίου καὶ σὺ σώσεις αὐτὸν ἐκ χειρὸς ἐχθρω̃ν αὐτου̃ κυκλόθεν καὶ του̃τό σοι τὸ σημει̃ον ὅτι ἔχρισέν σε κύριος ἐπὶ κληρονομίαν αὐτου̃ εἰς ἄρχοντα
2 ὡς ἂν ἀπέλθη̨ς σήμερον ἀπ' ἐμου̃ καὶ εὑρήσεις δύο ἄνδρας πρὸς τοι̃ς τάφοις Ραχηλ ἐν τω̨̃ ὁρίω̨ Βενιαμιν ἁλλομένους μεγάλα καὶ ἐρου̃σίν σοι εὕρηνται αἱ ὄνοι ἃς ἐπορεύθητε ζητει̃ν καὶ ἰδοὺ ὁ πατήρ σου ἀποτετίνακται τὸ ῥη̃μα τω̃ν ὄνων καὶ ἐδαψιλεύσατο δι' ὑμα̃ς λέγων τί ποιήσω ὑπὲρ του̃ υἱου̃ μου
3 καὶ ἀπελεύσει ἐκει̃θεν καὶ ἐπέκεινα ἥξεις ἕως τη̃ς δρυὸς Θαβωρ καὶ εὑρήσεις ἐκει̃ τρει̃ς ἄνδρας ἀναβαίνοντας πρὸς τὸν θεὸν εἰς Βαιθηλ ἕνα αἴροντα τρία αἰγίδια καὶ ἕνα αἴροντα τρία ἀγγει̃α ἄρτων καὶ ἕνα αἴροντα ἀσκὸν οἴνου
4 καὶ ἐρωτήσουσίν σε τὰ εἰς εἰρήνην καὶ δώσουσίν σοι δύο ἀπαρχὰς ἄρτων καὶ λήμψη̨ ἐκ τη̃ς χειρὸς αὐτω̃ν
5 καὶ μετὰ ταυ̃τα εἰσελεύση̨ εἰς τὸν βουνὸν του̃ θεου̃ οὑ̃ ἐστιν ἐκει̃ τὸ ἀνάστημα τω̃ν ἀλλοφύλων ἐκει̃ Νασιβ ὁ ἀλλόφυλος καὶ ἔσται ὡς ἂν εἰσέλθητε ἐκει̃ εἰς τὴν πόλιν καὶ ἀπαντήσεις χορω̨̃ προφητω̃ν καταβαινόντων ἐκ τη̃ς Βαμα καὶ ἔμπροσθεν αὐτω̃ν νάβλα καὶ τύμπανον καὶ αὐλὸς καὶ κινύρα καὶ αὐτοὶ προφητεύοντες
6 καὶ ἐφαλει̃ται ἐπὶ σὲ πνευ̃μα κυρίου καὶ προφητεύσεις μετ' αὐτω̃ν καὶ στραφήση̨ εἰς ἄνδρα ἄλλον
7 καὶ ἔσται ὅταν ἥξει τὰ σημει̃α ταυ̃τα ἐπὶ σέ ποίει πάντα ὅσα ἐὰν εὕρη̨ ἡ χείρ σου ὅτι θεὸς μετὰ σου̃
8 καὶ καταβήση̨ ἔμπροσθεν τη̃ς Γαλγαλα καὶ ἰδοὺ καταβαίνω πρὸς σὲ ἀνενεγκει̃ν ὁλοκαύτωσιν καὶ θυσίας εἰρηνικάς ἑπτὰ ἡμέρας διαλείψεις ἕως του̃ ἐλθει̃ν με πρὸς σέ καὶ γνωρίσω σοι ἃ ποιήσεις
9 καὶ ἐγενήθη ὥστε ἐπιστραφη̃ναι τω̨̃ ὤμω̨ αὐτου̃ ἀπελθει̃ν ἀπὸ Σαμουηλ μετέστρεψεν αὐτω̨̃ ὁ θεὸς καρδίαν ἄλλην καὶ ἠ̃λθεν πάντα τὰ σημει̃α ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨
10 καὶ ἔρχεται ἐκει̃θεν εἰς τὸν βουνόν καὶ ἰδοὺ χορὸς προφητω̃ν ἐξ ἐναντίας αὐτου̃ καὶ ἥλατο ἐπ' αὐτὸν πνευ̃μα θεου̃ καὶ ἐπροφήτευσεν ἐν μέσω̨ αὐτω̃ν
11 καὶ ἐγενήθησαν πάντες οἱ εἰδότες αὐτὸν ἐχθὲς καὶ τρίτην καὶ εἰ̃δον καὶ ἰδοὺ αὐτὸς ἐν μέσω̨ τω̃ν προφητω̃ν καὶ εἰ̃πεν ὁ λαὸς ἕκαστος πρὸς τὸν πλησίον αὐτου̃ τί του̃το τὸ γεγονὸς τω̨̃ υἱω̨̃ Κις ἠ̃ καὶ Σαουλ ἐν προφήταις
12 καὶ ἀπεκρίθη τις αὐτω̃ν καὶ εἰ̃πεν καὶ τίς πατὴρ αὐτου̃ διὰ του̃το ἐγενήθη εἰς παραβολήν ἠ̃ καὶ Σαουλ ἐν προφήταις
13 καὶ συνετέλεσεν προφητεύων καὶ ἔρχεται εἰς τὸν βουνόν
14 καὶ εἰ̃πεν ὁ οἰκει̃ος αὐτου̃ πρὸς αὐτὸν καὶ πρὸς τὸ παιδάριον αὐτου̃ που̃ ἐπορεύθητε καὶ εἰ̃παν ζητει̃ν τὰς ὄνους καὶ εἴδαμεν ὅτι οὐκ εἰσίν καὶ εἰσήλθομεν πρὸς Σαμουηλ
15 καὶ εἰ̃πεν ὁ οἰκει̃ος πρὸς Σαουλ ἀπάγγειλον δή μοι τί εἰ̃πέν σοι Σαμουηλ
16 καὶ εἰ̃πεν Σαουλ πρὸς τὸν οἰκει̃ον αὐτου̃ ἀπήγγειλεν ἀπαγγέλλων μοι ὅτι εὕρηνται αἱ ὄνοι τὸ δὲ ῥη̃μα τη̃ς βασιλείας οὐκ ἀπήγγειλεν αὐτω̨̃
17 καὶ παρήγγειλεν Σαμουηλ παντὶ τω̨̃ λαω̨̃ πρὸς κύριον εἰς Μασσηφα
18 καὶ εἰ̃πεν πρὸς υἱοὺς Ισραηλ τάδε εἰ̃πεν κύριος ὁ θεὸς Ισραηλ λέγων ἐγὼ ἀνήγαγον τοὺς υἱοὺς Ισραηλ ἐξ Αἰγύπτου καὶ ἐξειλάμην ὑμα̃ς ἐκ χειρὸς Φαραω βασιλέως Αἰγύπτου καὶ ἐκ πασω̃ν τω̃ν βασιλειω̃ν τω̃ν θλιβουσω̃ν ὑμα̃ς
19 καὶ ὑμει̃ς σήμερον ἐξουθενήκατε τὸν θεόν ὃς αὐτός ἐστιν ὑμω̃ν σωτὴρ ἐκ πάντων τω̃ν κακω̃ν ὑμω̃ν καὶ θλίψεων ὑμω̃ν καὶ εἴπατε οὐχί ἀλλ' ἢ ὅτι βασιλέα στήσεις ἐφ' ἡμω̃ν καὶ νυ̃ν κατάστητε ἐνώπιον κυρίου κατὰ τὰ σκη̃πτρα ὑμω̃ν καὶ κατὰ τὰς φυλὰς ὑμω̃ν
20 καὶ προσήγαγεν Σαμουηλ πάντα τὰ σκη̃πτρα Ισραηλ καὶ κατακληρου̃ται σκη̃πτρον Βενιαμιν
21 καὶ προσάγει σκη̃πτρον Βενιαμιν εἰς φυλάς καὶ κατακληρου̃ται φυλὴ Ματταρι καὶ προσάγουσιν τὴν φυλὴν Ματταρι εἰς ἄνδρας καὶ κατακληρου̃ται Σαουλ υἱὸς Κις καὶ ἐζήτει αὐτόν καὶ οὐχ εὑρίσκετο
22 καὶ ἐπηρώτησεν Σαμουηλ ἔτι ἐν κυρίω̨ εἰ ἔρχεται ὁ ἀνὴρ ἐνταυ̃θα καὶ εἰ̃πεν κύριος ἰδοὺ αὐτὸς κέκρυπται ἐν τοι̃ς σκεύεσιν
23 καὶ ἔδραμεν καὶ λαμβάνει αὐτὸν ἐκει̃θεν καὶ κατέστησεν ἐν μέσω̨ του̃ λαου̃ καὶ ὑψώθη ὑπὲρ πάντα τὸν λαὸν ὑπὲρ ὠμίαν καὶ ἐπάνω
24 καὶ εἰ̃πεν Σαμουηλ πρὸς πάντα τὸν λαόν εἰ ἑοράκατε ὃν ἐκλέλεκται ἑαυτω̨̃ κύριος ὅτι οὐκ ἔστιν αὐτω̨̃ ὅμοιος ἐν πα̃σιν ὑμι̃ν καὶ ἔγνωσαν πα̃ς ὁ λαὸς καὶ εἰ̃παν ζήτω ὁ βασιλεύς
25 καὶ εἰ̃πεν Σαμουηλ πρὸς τὸν λαὸν τὸ δικαίωμα του̃ βασιλέως καὶ ἔγραψεν ἐν βιβλίω̨ καὶ ἔθηκεν ἐνώπιον κυρίου καὶ ἐξαπέστειλεν Σαμουηλ πάντα τὸν λαόν καὶ ἀπη̃λθεν ἕκαστος εἰς τὸν τόπον αὐτου̃
26 καὶ Σαουλ ἀπη̃λθεν εἰς τὸν οἰ̃κον αὐτου̃ εἰς Γαβαα καὶ ἐπορεύθησαν υἱοὶ δυνάμεων ὡ̃ν ἥψατο κύριος καρδίας αὐτω̃ν μετὰ Σαουλ
27 καὶ υἱοὶ λοιμοὶ εἰ̃παν τί σώσει ἡμα̃ς οὑ̃τος καὶ ἠτίμασαν αὐτὸν καὶ οὐκ ἤνεγκαν αὐτω̨̃ δω̃ρα

ΒΑΣΙΛΕΙΩΝ Α, κεφαλίς 11

1 καὶ ἐγενήθη ὡς μετὰ μη̃να καὶ ἀνέβη Ναας ὁ Αμμανίτης καὶ παρεμβάλλει ἐπὶ Ιαβις Γαλααδ καὶ εἰ̃πον πάντες οἱ ἄνδρες Ιαβις πρὸς Ναας τὸν Αμμανίτην διάθου ἡμι̃ν διαθήκην καὶ δουλεύσομέν σοι
2 καὶ εἰ̃πεν πρὸς αὐτοὺς Ναας ὁ Αμμανίτης ἐν ταύτη̨ διαθήσομαι ὑμι̃ν διαθήκην ἐν τω̨̃ ἐξορύξαι ὑμω̃ν πάντα ὀφθαλμὸν δεξιόν καὶ θήσομαι ὄνειδος ἐπὶ Ισραηλ
3 καὶ λέγουσιν αὐτω̨̃ οἱ ἄνδρες Ιαβις ἄνες ἡμι̃ν ἑπτὰ ἡμέρας καὶ ἀποστελου̃μεν ἀγγέλους εἰς πα̃ν ὅριον Ισραηλ ἐὰν μὴ ἠ̨̃ ὁ σώ̨ζων ἡμα̃ς ἐξελευσόμεθα πρὸς ὑμα̃ς
4 καὶ ἔρχονται οἱ ἄγγελοι εἰς Γαβαα πρὸς Σαουλ καὶ λαλου̃σιν τοὺς λόγους εἰς τὰ ὠ̃τα του̃ λαου̃ καὶ ἠ̃ραν πα̃ς ὁ λαὸς τὴν φωνὴν αὐτω̃ν καὶ ἔκλαυσαν
5 καὶ ἰδοὺ Σαουλ ἤρχετο μετὰ τὸ πρωὶ ἐξ ἀγρου̃ καὶ εἰ̃πεν Σαουλ τί ὅτι κλαίει ὁ λαός καὶ διηγου̃νται αὐτω̨̃ τὰ ῥήματα τω̃ν υἱω̃ν Ιαβις
6 καὶ ἐφήλατο πνευ̃μα κυρίου ἐπὶ Σαουλ ὡς ἤκουσεν τὰ ῥήματα ταυ̃τα καὶ ἐθυμώθη ἐπ' αὐτοὺς ὀργὴ αὐτου̃ σφόδρα
7 καὶ ἔλαβεν δύο βόας καὶ ἐμέλισεν αὐτὰς καὶ ἀπέστειλεν εἰς πα̃ν ὅριον Ισραηλ ἐν χειρὶ ἀγγέλων λέγων ὃς οὐκ ἔστιν ἐκπορευόμενος ὀπίσω Σαουλ καὶ ὀπίσω Σαμουηλ κατὰ τάδε ποιήσουσιν τοι̃ς βουσὶν αὐτου̃ καὶ ἐπη̃λθεν ἔκστασις κυρίου ἐπὶ τὸν λαὸν Ισραηλ καὶ ἐβόησαν ὡς ἀνὴρ εἱ̃ς
8 καὶ ἐπισκέπτεται αὐτοὺς Αβιεζεκ ἐν Βαμα πα̃ν ἄνδρα Ισραηλ ἑξακοσίας χιλιάδας καὶ ἄνδρας Ιουδα ἑβδομήκοντα χιλιάδας
9 καὶ εἰ̃πεν τοι̃ς ἀγγέλοις τοι̃ς ἐρχομένοις τάδε ἐρει̃τε τοι̃ς ἀνδράσιν Ιαβις αὔριον ὑμι̃ν ἡ σωτηρία διαθερμάναντος του̃ ἡλίου καὶ ἠ̃λθον οἱ ἄγγελοι εἰς τὴν πόλιν καὶ ἀπαγγέλλουσιν τοι̃ς ἀνδράσιν Ιαβις καὶ εὐφράνθησαν
10 καὶ εἰ̃παν οἱ ἄνδρες Ιαβις πρὸς Ναας τὸν Αμμανίτην αὔριον ἐξελευσόμεθα πρὸς ὑμα̃ς καὶ ποιήσετε ἡμι̃ν τὸ ἀγαθὸν ἐνώπιον ὑμω̃ν
11 καὶ ἐγενήθη μετὰ τὴν αὔριον καὶ ἔθετο Σαουλ τὸν λαὸν εἰς τρει̃ς ἀρχάς καὶ εἰσπορεύονται μέσον τη̃ς παρεμβολη̃ς ἐν φυλακη̨̃ τη̨̃ πρωινη̨̃ καὶ ἔτυπτον τοὺς υἱοὺς Αμμων ἕως διεθερμάνθη ἡ ἡμέρα καὶ ἐγενήθησαν οἱ ὑπολελειμμένοι διεσπάρησαν καὶ οὐχ ὑπελείφθησαν ἐν αὐτοι̃ς δύο κατὰ τὸ αὐτό
12 καὶ εἰ̃πεν ὁ λαὸς πρὸς Σαμουηλ τίς ὁ εἴπας ὅτι Σαουλ οὐ βασιλεύσει ἡμω̃ν παράδος τοὺς ἄνδρας καὶ θανατώσομεν αὐτούς
13 καὶ εἰ̃πεν Σαουλ οὐκ ἀποθανει̃ται οὐδεὶς ἐν τη̨̃ ἡμέρα̨ ταύτη̨ ὅτι σήμερον κύριος ἐποίησεν σωτηρίαν ἐν Ισραηλ
14 καὶ εἰ̃πεν Σαμουηλ πρὸς τὸν λαὸν λέγων πορευθω̃μεν εἰς Γαλγαλα καὶ ἐγκαινίσωμεν ἐκει̃ τὴν βασιλείαν
15 καὶ ἐπορεύθη πα̃ς ὁ λαὸς εἰς Γαλγαλα καὶ ἔχρισεν Σαμουηλ ἐκει̃ τὸν Σαουλ εἰς βασιλέα ἐνώπιον κυρίου ἐν Γαλγαλοις καὶ ἔθυσεν ἐκει̃ θυσίας καὶ εἰρηνικὰς ἐνώπιον κυρίου καὶ εὐφράνθη Σαμουηλ καὶ πα̃ς Ισραηλ ὥστε λίαν

ΒΑΣΙΛΕΙΩΝ Α, κεφαλίς 12

1 καὶ εἰ̃πεν Σαμουηλ πρὸς πάντα ἄνδρα Ισραηλ ἰδοὺ ἤκουσα φωνη̃ς ὑμω̃ν εἰς πάντα ὅσα εἴπατέ μοι καὶ ἐβασίλευσα ἐφ' ὑμα̃ς βασιλέα
2 καὶ νυ̃ν ἰδοὺ ὁ βασιλεὺς διαπορεύεται ἐνώπιον ὑμω̃ν κἀγὼ γεγήρακα καὶ καθήσομαι καὶ οἱ υἱοί μου ἰδοὺ ἐν ὑμι̃ν κἀγὼ ἰδοὺ διελήλυθα ἐνώπιον ὑμω̃ν ἐκ νεότητός μου καὶ ἕως τη̃ς ἡμέρας ταύτης
3 ἰδοὺ ἐγώ ἀποκρίθητε κατ' ἐμου̃ ἐνώπιον κυρίου καὶ ἐνώπιον χριστου̃ αὐτου̃ μόσχον τίνος εἴληφα ἢ ὄνον τίνος εἴληφα ἢ τίνα κατεδυνάστευσα ὑμω̃ν ἢ τίνα ἐξεπίεσα ἢ ἐκ χειρὸς τίνος εἴληφα ἐξίλασμα καὶ ὑπόδημα ἀποκρίθητε κατ' ἐμου̃ καὶ ἀποδώσω ὑμι̃ν
4 καὶ εἰ̃παν πρὸς Σαμουηλ οὐκ ἠδίκησας ἡμα̃ς καὶ οὐ κατεδυνάστευσας καὶ οὐκ ἔθλασας ἡμα̃ς καὶ οὐκ εἴληφας ἐκ χειρὸς οὐδενὸς οὐδέν
5 καὶ εἰ̃πεν Σαμουηλ πρὸς τὸν λαόν μάρτυς κύριος ἐν ὑμι̃ν καὶ μάρτυς χριστὸς αὐτου̃ σήμερον ἐν ταύτη̨ τη̨̃ ἡμέρα̨ ὅτι οὐχ εὑρήκατε ἐν χειρί μου οὐθέν καὶ εἰ̃παν μάρτυς
6 καὶ εἰ̃πεν Σαμουηλ πρὸς τὸν λαὸν λέγων μάρτυς κύριος ὁ ποιήσας τὸν Μωυση̃ν καὶ τὸν Ααρων ὁ ἀναγαγὼν τοὺς πατέρας ἡμω̃ν ἐξ Αἰγύπτου
7 καὶ νυ̃ν κατάστητε καὶ δικάσω ὑμα̃ς ἐνώπιον κυρίου καὶ ἀπαγγελω̃ ὑμι̃ν τὴν πα̃σαν δικαιοσύνην κυρίου ἃ ἐποίησεν ἐν ὑμι̃ν καὶ ἐν τοι̃ς πατράσιν ὑμω̃ν
8 ὡς εἰση̃λθεν Ιακωβ καὶ οἱ υἱοὶ αὐτου̃ εἰς Αἴγυπτον καὶ ἐταπείνωσεν αὐτοὺς Αἴγυπτος καὶ ἐβόησαν οἱ πατέρες ἡμω̃ν πρὸς κύριον καὶ ἀπέστειλεν κύριος τὸν Μωυση̃ν καὶ τὸν Ααρων καὶ ἐξήγαγεν τοὺς πατέρας ἡμω̃ν ἐξ Αἰγύπτου καὶ κατώ̨κισεν αὐτοὺς ἐν τω̨̃ τόπω̨ τούτω̨
9 καὶ ἐπελάθοντο κυρίου του̃ θεου̃ αὐτω̃ν καὶ ἀπέδοτο αὐτοὺς εἰς χει̃ρας Σισαρα ἀρχιστρατήγου Ιαβιν βασιλέως Ασωρ καὶ εἰς χει̃ρας ἀλλοφύλων καὶ εἰς χει̃ρας βασιλέως Μωαβ καὶ ἐπολέμησαν ἐν αὐτοι̃ς
10 καὶ ἐβόησαν πρὸς κύριον καὶ ἔλεγον ἡμάρτομεν ὅτι ἐγκατελίπομεν τὸν κύριον καὶ ἐδουλεύσαμεν τοι̃ς Βααλιμ καὶ τοι̃ς ἄλσεσιν καὶ νυ̃ν ἐξελου̃ ἡμα̃ς ἐκ χειρὸς ἐχθρω̃ν ἡμω̃ν καὶ δουλεύσομέν σοι
11 καὶ ἀπέστειλεν κύριος τὸν Ιεροβααλ καὶ τὸν Βαρακ καὶ τὸν Ιεφθαε καὶ τὸν Σαμουηλ καὶ ἐξείλατο ὑμα̃ς ἐκ χειρὸς ἐχθρω̃ν ὑμω̃ν τω̃ν κυκλόθεν καὶ κατω̨κει̃τε πεποιθότες
12 καὶ εἴδετε ὅτι Ναας βασιλεὺς υἱω̃ν Αμμων ἠ̃λθεν ἐφ' ὑμα̃ς καὶ εἴπατε οὐχί ἀλλ' ἢ ὅτι βασιλεὺς βασιλεύσει ἐφ' ἡμω̃ν καὶ κύριος ὁ θεὸς ἡμω̃ν βασιλεὺς ἡμω̃ν
13 καὶ νυ̃ν ἰδοὺ ὁ βασιλεύς ὃν ἐξελέξασθε καὶ ἰδοὺ δέδωκεν κύριος ἐφ' ὑμα̃ς βασιλέα
14 ἐὰν φοβηθη̃τε τὸν κύριον καὶ δουλεύσητε αὐτω̨̃ καὶ ἀκούσητε τη̃ς φωνη̃ς αὐτου̃ καὶ μὴ ἐρίσητε τω̨̃ στόματι κυρίου καὶ ἠ̃τε καὶ ὑμει̃ς καὶ ὁ βασιλεὺς ὁ βασιλεύων ἐφ' ὑμω̃ν ὀπίσω κυρίου πορευόμενοι
15 ἐὰν δὲ μὴ ἀκούσητε τη̃ς φωνη̃ς κυρίου καὶ ἐρίσητε τω̨̃ στόματι κυρίου καὶ ἔσται χεὶρ κυρίου ἐπὶ ὑμα̃ς καὶ ἐπὶ τὸν βασιλέα ὑμω̃ν
16 καὶ νυ̃ν κατάστητε καὶ ἴδετε τὸ ῥη̃μα τὸ μέγα του̃το ὃ ὁ κύριος ποιήσει ἐν ὀφθαλμοι̃ς ὑμω̃ν
17 οὐχὶ θερισμὸς πυρω̃ν σήμερον ἐπικαλέσομαι κύριον καὶ δώσει φωνὰς καὶ ὑετόν καὶ γνω̃τε καὶ ἴδετε ὅτι ἡ κακία ὑμω̃ν μεγάλη ἣν ἐποιήσατε ἐνώπιον κυρίου αἰτήσαντες ἑαυτοι̃ς βασιλέα
18 καὶ ἐπεκαλέσατο Σαμουηλ τὸν κύριον καὶ ἔδωκεν κύριος φωνὰς καὶ ὑετὸν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ ἐφοβήθησαν πα̃ς ὁ λαὸς τὸν κύριον σφόδρα καὶ τὸν Σαμουηλ
19 καὶ εἰ̃παν πα̃ς ὁ λαὸς πρὸς Σαμουηλ πρόσευξαι ὑπὲρ τω̃ν δούλων σου πρὸς κύριον θεόν σου καὶ οὐ μὴ ἀποθάνωμεν ὅτι προστεθείκαμεν πρὸς πάσας τὰς ἁμαρτίας ἡμω̃ν κακίαν αἰτήσαντες ἑαυτοι̃ς βασιλέα
20 καὶ εἰ̃πεν Σαμουηλ πρὸς τὸν λαόν μὴ φοβει̃σθε ὑμει̃ς πεποιήκατε τὴν πα̃σαν κακίαν ταύτην πλὴν μὴ ἐκκλίνητε ἀπὸ ὄπισθεν κυρίου καὶ δουλεύσατε τω̨̃ κυρίω̨ ἐν ὅλη̨ καρδία̨ ὑμω̃ν
21 καὶ μὴ παραβη̃τε ὀπίσω τω̃ν μηθὲν ὄντων οἳ οὐ περανου̃σιν οὐθὲν καὶ οἳ οὐκ ἐξελου̃νται ὅτι οὐθέν εἰσιν
22 ὅτι οὐκ ἀπώσεται κύριος τὸν λαὸν αὐτου̃ διὰ τὸ ὄνομα αὐτου̃ τὸ μέγα ὅτι ἐπιεικέως κύριος προσελάβετο ὑμα̃ς αὑτω̨̃ εἰς λαόν
23 καὶ ἐμοὶ μηδαμω̃ς του̃ ἁμαρτει̃ν τω̨̃ κυρίω̨ ἀνιέναι του̃ προσεύχεσθαι περὶ ὑμω̃ν καὶ δουλεύσω τω̨̃ κυρίω̨ καὶ δείξω ὑμι̃ν τὴν ὁδὸν τὴν ἀγαθὴν καὶ τὴν εὐθει̃αν
24 πλὴν φοβει̃σθε τὸν κύριον καὶ δουλεύσατε αὐτω̨̃ ἐν ἀληθεία̨ καὶ ἐν ὅλη̨ καρδία̨ ὑμω̃ν ὅτι εἴδετε ἃ ἐμεγάλυνεν μεθ' ὑμω̃ν
25 καὶ ἐὰν κακία̨ κακοποιήσητε καὶ ὑμει̃ς καὶ ὁ βασιλεὺς ὑμω̃ν προστεθήσεσθε

ΒΑΣΙΛΕΙΩΝ Α, κεφαλίς 13

1 ...
2 καὶ ἐκλέγεται Σαουλ ἑαυτω̨̃ τρει̃ς χιλιάδας ἀνδρω̃ν ἐκ τω̃ν ἀνδρω̃ν Ισραηλ καὶ ἠ̃σαν μετὰ Σαουλ δισχίλιοι ἐν Μαχεμας καὶ ἐν τω̨̃ ὄρει Βαιθηλ χίλιοι ἠ̃σαν μετὰ Ιωναθαν ἐν Γαβεε του̃ Βενιαμιν καὶ τὸ κατάλοιπον του̃ λαου̃ ἐξαπέστειλεν ἕκαστον εἰς τὸ σκήνωμα αὐτου̃
3 καὶ ἐπάταξεν Ιωναθαν τὸν Νασιβ τὸν ἀλλόφυλον τὸν ἐν τω̨̃ βουνω̨̃ καὶ ἀκούουσιν οἱ ἀλλόφυλοι καὶ Σαουλ σάλπιγγι σαλπίζει εἰς πα̃σαν τὴν γη̃ν λέγων ἠθετήκασιν οἱ δου̃λοι
4 καὶ πα̃ς Ισραηλ ἤκουσεν λεγόντων πέπαικεν Σαουλ τὸν Νασιβ τὸν ἀλλόφυλον καὶ ἠ̨σχύνθησαν Ισραηλ ἐν τοι̃ς ἀλλοφύλοις καὶ ἀνεβόησαν ὁ λαὸς ὀπίσω Σαουλ ἐν Γαλγαλοις
5 καὶ οἱ ἀλλόφυλοι συνάγονται εἰς πόλεμον ἐπὶ Ισραηλ καὶ ἀναβαίνουσιν ἐπὶ Ισραηλ τριάκοντα χιλιάδες ἁρμάτων καὶ ἓξ χιλιάδες ἱππέων καὶ λαὸς ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν τω̨̃ πλήθει καὶ ἀναβαίνουσιν καὶ παρεμβάλλουσιν ἐν Μαχεμας ἐξ ἐναντίας Βαιθων κατὰ νότου
6 καὶ ἀνὴρ Ισραηλ εἰ̃δεν ὅτι στενω̃ς αὐτω̨̃ μὴ προσάγειν αὐτόν καὶ ἐκρύβη ὁ λαὸς ἐν τοι̃ς σπηλαίοις καὶ ἐν ται̃ς μάνδραις καὶ ἐν ται̃ς πέτραις καὶ ἐν τοι̃ς βόθροις καὶ ἐν τοι̃ς λάκκοις
7 καὶ οἱ διαβαίνοντες διέβησαν τὸν Ιορδάνην εἰς γη̃ν Γαδ καὶ Γαλααδ καὶ Σαουλ ἔτι ἠ̃ν ἐν Γαλγαλοις καὶ πα̃ς ὁ λαὸς ἐξέστη ὀπίσω αὐτου̃
8 καὶ διέλιπεν ἑπτὰ ἡμέρας τω̨̃ μαρτυρίω̨ ὡς εἰ̃πεν Σαμουηλ καὶ οὐ παρεγένετο Σαμουηλ εἰς Γαλγαλα καὶ διεσπάρη ὁ λαὸς αὐτου̃ ἀπ' αὐτου̃
9 καὶ εἰ̃πεν Σαουλ προσαγάγετε ὅπως ποιήσω ὁλοκαύτωσιν καὶ εἰρηνικάς καὶ ἀνήνεγκεν τὴν ὁλοκαύτωσιν
10 καὶ ἐγένετο ὡς συνετέλεσεν ἀναφέρων τὴν ὁλοκαύτωσιν καὶ Σαμουηλ παραγίνεται καὶ ἐξη̃λθεν Σαουλ εἰς ἀπάντησιν αὐτω̨̃ εὐλογη̃σαι αὐτόν
11 καὶ εἰ̃πεν Σαμουηλ τί πεποίηκας καὶ εἰ̃πεν Σαουλ ὅτι εἰ̃δον ὡς διεσπάρη ὁ λαὸς ἀπ' ἐμου̃ καὶ σὺ οὐ παρεγένου ὡς διετάξω ἐν τω̨̃ μαρτυρίω̨ τω̃ν ἡμερω̃ν καὶ οἱ ἀλλόφυλοι συνήχθησαν εἰς Μαχεμας
12 καὶ εἰ̃πα νυ̃ν καταβήσονται οἱ ἀλλόφυλοι πρός με εἰς Γαλγαλα καὶ του̃ προσώπου του̃ κυρίου οὐκ ἐδεήθην καὶ ἐνεκρατευσάμην καὶ ἀνήνεγκα τὴν ὁλοκαύτωσιν
13 καὶ εἰ̃πεν Σαμουηλ πρὸς Σαουλ μεματαίωταί σοι ὅτι οὐκ ἐφύλαξας τὴν ἐντολήν μου ἣν ἐνετείλατό σοι κύριος ὡς νυ̃ν ἡτοίμασεν κύριος τὴν βασιλείαν σου ἕως αἰω̃νος ἐπὶ Ισραηλ
14 καὶ νυ̃ν ἡ βασιλεία σου οὐ στήσεται καὶ ζητήσει κύριος ἑαυτω̨̃ ἄνθρωπον κατὰ τὴν καρδίαν αὐτου̃ καὶ ἐντελει̃ται κύριος αὐτω̨̃ εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτου̃ ὅτι οὐκ ἐφύλαξας ὅσα ἐνετείλατό σοι κύριος
15 καὶ ἀνέστη Σαμουηλ καὶ ἀπη̃λθεν ἐκ Γαλγαλων εἰς ὁδὸν αὐτου̃ καὶ τὸ κατάλειμμα του̃ λαου̃ ἀνέβη ὀπίσω Σαουλ εἰς ἀπάντησιν ὀπίσω του̃ λαου̃ του̃ πολεμιστου̃ αὐτω̃ν παραγενομένων ἐκ Γαλγαλων εἰς Γαβαα Βενιαμιν καὶ ἐπεσκέψατο Σαουλ τὸν λαὸν τὸν εὑρεθέντα μετ' αὐτου̃ ὡς ἑξακοσίους ἄνδρας
16 καὶ Σαουλ καὶ Ιωναθαν υἱὸς αὐτου̃ καὶ ὁ λαὸς οἱ εὑρεθέντες μετ' αὐτω̃ν ἐκάθισαν ἐν Γαβεε Βενιαμιν καὶ ἔκλαιον καὶ οἱ ἀλλόφυλοι παρεμβεβλήκεισαν εἰς Μαχεμας
17 καὶ ἐξη̃λθεν διαφθείρων ἐξ ἀγρου̃ ἀλλοφύλων τρισὶν ἀρχαι̃ς ἡ ἀρχὴ ἡ μία ἐπιβλέπουσα ὁδὸν Γοφερα ἐπὶ γη̃ν Σωγαλ
18 καὶ ἡ μία ἀρχὴ ἐπιβλέπουσα ὁδὸν Βαιθωρων καὶ ἡ ἀρχὴ ἡ μία ἐπιβλέπουσα ὁδὸν Γαβεε τὴν εἰσκύπτουσαν ἐπὶ Γαι τὴν Σαβιν
19 καὶ τέκτων σιδήρου οὐχ εὑρίσκετο ἐν πάση̨ γη̨̃ Ισραηλ ὅτι εἰ̃πον οἱ ἀλλόφυλοι μὴ ποιήσωσιν οἱ Εβραι̃οι ῥομφαίαν καὶ δόρυ
20 καὶ κατέβαινον πα̃ς Ισραηλ εἰς γη̃ν ἀλλοφύλων χαλκεύειν ἕκαστος τὸ θέριστρον αὐτου̃ καὶ τὸ σκευ̃ος αὐτου̃ καὶ ἕκαστος τὴν ἀξίνην αὐτου̃ καὶ τὸ δρέπανον αὐτου̃
21 καὶ ἠ̃ν ὁ τρυγητὸς ἕτοιμος του̃ θερίζειν τὰ δὲ σκεύη ἠ̃ν τρει̃ς σίκλοι εἰς τὸν ὀδόντα καὶ τη̨̃ ἀξίνη̨ καὶ τω̨̃ δρεπάνω̨ ὑπόστασις ἠ̃ν ἡ αὐτή
22 καὶ ἐγενήθη ἐν ται̃ς ἡμέραις του̃ πολέμου Μαχεμας καὶ οὐχ εὑρέθη ῥομφαία καὶ δόρυ ἐν χειρὶ παντὸς του̃ λαου̃ του̃ μετὰ Σαουλ καὶ μετὰ Ιωναθαν καὶ εὑρέθη τω̨̃ Σαουλ καὶ τω̨̃ Ιωναθαν υἱω̨̃ αὐτου̃
23 καὶ ἐξη̃λθεν ἐξ ὑποστάσεως τω̃ν ἀλλοφύλων τὴν ἐν τω̨̃ πέραν Μαχεμας

ΒΑΣΙΛΕΙΩΝ Α, κεφαλίς 14

1 καὶ γίνεται ἡμέρα καὶ εἰ̃πεν Ιωναθαν υἱὸς Σαουλ τω̨̃ παιδαρίω̨ τω̨̃ αἴροντι τὰ σκεύη αὐτου̃ δευ̃ρο καὶ διαβω̃μεν εἰς μεσσαβ τω̃ν ἀλλοφύλων τὴν ἐν τω̨̃ πέραν ἐκείνω̨ καὶ τω̨̃ πατρὶ αὐτου̃ οὐκ ἀπήγγειλεν
2 καὶ Σαουλ ἐκάθητο ἐπ' ἄκρου του̃ βουνου̃ ὑπὸ τὴν ῥόαν τὴν ἐν Μαγδων καὶ ἠ̃σαν μετ' αὐτου̃ ὡς ἑξακόσιοι ἄνδρες
3 καὶ Αχια υἱὸς Αχιτωβ ἀδελφου̃ Ιωχαβηδ υἱου̃ Φινεες υἱου̃ Ηλι ἱερεὺς του̃ θεου̃ ἐν Σηλωμ αἴρων εφουδ καὶ ὁ λαὸς οὐκ ἤ̨δει ὅτι πεπόρευται Ιωναθαν
4 καὶ ἀνὰ μέσον τη̃ς διαβάσεως οὑ̃ ἐζήτει Ιωναθαν διαβη̃ναι εἰς τὴν ὑπόστασιν τω̃ν ἀλλοφύλων καὶ ἀκρωτήριον πέτρας ἔνθεν καὶ ἀκρωτήριον πέτρας ἔνθεν ὄνομα τω̨̃ ἑνὶ Βαζες καὶ ὄνομα τω̨̃ ἄλλω̨ Σεννα
5 ἡ ὁδὸς ἡ μία ἀπὸ βορρα̃ ἐρχομένω̨ Μαχμας καὶ ἡ ὁδὸς ἡ ἄλλη ἀπὸ νότου ἐρχομένω̨ Γαβεε
6 καὶ εἰ̃πεν Ιωναθαν πρὸς τὸ παιδάριον τὸ αἰ̃ρον τὰ σκεύη αὐτου̃ δευ̃ρο διαβω̃μεν εἰς μεσσαβ τω̃ν ἀπεριτμήτων τούτων εἴ τι ποιήσαι ἡμι̃ν κύριος ὅτι οὐκ ἔστιν τω̨̃ κυρίω̨ συνεχόμενον σώ̨ζειν ἐν πολλοι̃ς ἢ ἐν ὀλίγοις
7 καὶ εἰ̃πεν αὐτω̨̃ ὁ αἴρων τὰ σκεύη αὐτου̃ ποίει πα̃ν ὃ ἐὰν ἡ καρδία σου ἐκκλίνη̨ ἰδοὺ ἐγὼ μετὰ σου̃ ὡς ἡ καρδία σου̃ καρδία μου̃
8 καὶ εἰ̃πεν Ιωναθαν ἰδοὺ ἡμει̃ς διαβαίνομεν πρὸς τοὺς ἄνδρας καὶ κατακυλισθησόμεθα πρὸς αὐτούς
9 ἐὰν τάδε εἴπωσιν πρὸς ἡμα̃ς ἀπόστητε ἐκει̃ ἕως ἂν ἀπαγγείλωμεν ὑμι̃ν καὶ στησόμεθα ἐφ' ἑαυτοι̃ς καὶ οὐ μὴ ἀναβω̃μεν ἐπ' αὐτούς
10 καὶ ἐὰν τάδε εἴπωσιν πρὸς ἡμα̃ς ἀνάβητε πρὸς ἡμα̃ς καὶ ἀναβησόμεθα ὅτι παραδέδωκεν αὐτοὺς κύριος εἰς τὰς χει̃ρας ἡμω̃ν του̃το ἡμι̃ν τὸ σημει̃ον
11 καὶ εἰση̃λθον ἀμφότεροι εἰς μεσσαβ τω̃ν ἀλλοφύλων καὶ λέγουσιν οἱ ἀλλόφυλοι ἰδοὺ οἱ Εβραι̃οι ἐκπορεύονται ἐκ τω̃ν τρωγλω̃ν αὐτω̃ν οὑ̃ ἐκρύβησαν ἐκει̃
12 καὶ ἀπεκρίθησαν οἱ ἄνδρες μεσσαβ πρὸς Ιωναθαν καὶ πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτου̃ καὶ λέγουσιν ἀνάβητε πρὸς ἡμα̃ς καὶ γνωριου̃μεν ὑμι̃ν ῥη̃μα καὶ εἰ̃πεν Ιωναθαν πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτου̃ ἀνάβηθι ὀπίσω μου ὅτι παρέδωκεν αὐτοὺς κύριος εἰς χει̃ρας Ισραηλ
13 καὶ ἀνέβη Ιωναθαν ἐπὶ τὰς χει̃ρας αὐτου̃ καὶ ἐπὶ τοὺς πόδας αὐτου̃ καὶ ὁ αἴρων τὰ σκεύη αὐτου̃ μετ' αὐτου̃ καὶ ἐπέβλεψαν κατὰ πρόσωπον Ιωναθαν καὶ ἐπάταξεν αὐτούς καὶ ὁ αἴρων τὰ σκεύη αὐτου̃ ἐπεδίδου ὀπίσω αὐτου̃
14 καὶ ἐγενήθη ἡ πληγὴ ἡ πρώτη ἣν ἐπάταξεν Ιωναθαν καὶ ὁ αἴρων τὰ σκεύη αὐτου̃ ὡς εἴκοσι ἄνδρες ἐν βολίσι καὶ ἐν πετροβόλοις καὶ ἐν κόχλαξιν του̃ πεδίου
15 καὶ ἐγενήθη ἔκστασις ἐν τη̨̃ παρεμβολη̨̃ καὶ ἐν ἀγρω̨̃ καὶ πα̃ς ὁ λαὸς οἱ ἐν μεσσαβ καὶ οἱ διαφθείροντες ἐξέστησαν καὶ αὐτοὶ οὐκ ἤθελον ποιει̃ν καὶ ἐθάμβησεν ἡ γη̃ καὶ ἐγενήθη ἔκστασις παρὰ κυρίου
16 καὶ εἰ̃δον οἱ σκοποὶ του̃ Σαουλ ἐν Γαβεε Βενιαμιν καὶ ἰδοὺ ἡ παρεμβολὴ τεταραγμένη ἔνθεν καὶ ἔνθεν
17 καὶ εἰ̃πεν Σαουλ τω̨̃ λαω̨̃ τω̨̃ μετ' αὐτου̃ ἐπισκέψασθε δὴ καὶ ἴδετε τίς πεπόρευται ἐξ ὑμω̃ν καὶ ἐπεσκέψαντο καὶ ἰδοὺ οὐχ εὑρίσκετο Ιωναθαν καὶ ὁ αἴρων τὰ σκεύη αὐτου̃
18 καὶ εἰ̃πεν Σαουλ τω̨̃ Αχια προσάγαγε τὸ εφουδ ὅτι αὐτὸς ἠ̃ρεν τὸ εφουδ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐνώπιον Ισραηλ
19 καὶ ἐγενήθη ὡς ἐλάλει Σαουλ πρὸς τὸν ἱερέα καὶ ὁ ἠ̃χος ἐν τη̨̃ παρεμβολη̨̃ τω̃ν ἀλλοφύλων ἐπορεύετο πορευόμενος καὶ ἐπλήθυνεν καὶ εἰ̃πεν Σαουλ πρὸς τὸν ἱερέα συνάγαγε τὰς χει̃ράς σου
20 καὶ ἀνεβόησεν Σαουλ καὶ πα̃ς ὁ λαὸς ὁ μετ' αὐτου̃ καὶ ἔρχονται ἕως του̃ πολέμου καὶ ἰδοὺ ἐγένετο ῥομφαία ἀνδρὸς ἐπὶ τὸν πλησίον αὐτου̃ σύγχυσις μεγάλη σφόδρα
21 καὶ οἱ δου̃λοι οἱ ὄντες ἐχθὲς καὶ τρίτην ἡμέραν μετὰ τω̃ν ἀλλοφύλων οἱ ἀναβάντες εἰς τὴν παρεμβολὴν ἐπεστράφησαν καὶ αὐτοὶ εἰ̃ναι μετὰ Ισραηλ τω̃ν μετὰ Σαουλ καὶ Ιωναθαν
22 καὶ πα̃ς Ισραηλ οἱ κρυπτόμενοι ἐν τω̨̃ ὄρει Εφραιμ καὶ ἤκουσαν ὅτι πεφεύγασιν οἱ ἀλλόφυλοι καὶ συνάπτουσιν καὶ αὐτοὶ ὀπίσω αὐτω̃ν εἰς πόλεμον
23 καὶ ἔσωσεν κύριος ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ τὸν Ισραηλ καὶ ὁ πόλεμος διη̃λθεν τὴν Βαιθων καὶ πα̃ς ὁ λαὸς ἠ̃ν μετὰ Σαουλ ὡς δέκα χιλιάδες ἀνδρω̃ν καὶ ἠ̃ν ὁ πόλεμος διεσπαρμένος εἰς ὅλην τὴν πόλιν ἐν τω̨̃ ὄρει Εφραιμ
24 καὶ Σαουλ ἠγνόησεν ἄγνοιαν μεγάλην ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ ἀρα̃ται τω̨̃ λαω̨̃ λέγων ἐπικατάρατος ὁ ἄνθρωπος ὃς φάγεται ἄρτον ἕως ἑσπέρας καὶ ἐκδικήσω τὸν ἐχθρόν μου καὶ οὐκ ἐγεύσατο πα̃ς ὁ λαὸς ἄρτου
25 καὶ πα̃σα ἡ γη̃ ἠρίστα καὶ ιααρ δρυμὸς ἠ̃ν μελισσω̃νος κατὰ πρόσωπον του̃ ἀγρου̃
26 καὶ εἰση̃λθεν ὁ λαὸς εἰς τὸν μελισσω̃να καὶ ἰδοὺ ἐπορεύετο λαλω̃ν καὶ ἰδοὺ οὐκ ἠ̃ν ἐπιστρέφων τὴν χει̃ρα αὐτου̃ εἰς τὸ στόμα αὐτου̃ ὅτι ἐφοβήθη ὁ λαὸς τὸν ὅρκον κυρίου
27 καὶ Ιωναθαν οὐκ ἀκηκόει ἐν τω̨̃ ὁρκίζειν τὸν πατέρα αὐτου̃ τὸν λαόν καὶ ἐξέτεινεν τὸ ἄκρον του̃ σκήπτρου αὐτου̃ του̃ ἐν τη̨̃ χειρὶ αὐτου̃ καὶ ἔβαψεν αὐτὸ εἰς τὸ κηρίον του̃ μέλιτος καὶ ἐπέστρεψεν τὴν χει̃ρα αὐτου̃ εἰς τὸ στόμα αὐτου̃ καὶ ἀνέβλεψαν οἱ ὀφθαλμοὶ αὐτου̃
28 καὶ ἀπεκρίθη εἱ̃ς ἐκ του̃ λαου̃ καὶ εἰ̃πεν ὁρκίσας ὥρκισεν ὁ πατήρ σου τὸν λαὸν λέγων ἐπικατάρατος ὁ ἄνθρωπος ὃς φάγεται ἄρτον σήμερον καὶ ἐξελύθη ὁ λαός
29 καὶ ἔγνω Ιωναθαν καὶ εἰ̃πεν ἀπήλλαχεν ὁ πατήρ μου τὴν γη̃ν ἰδὲ δὴ ὅτι εἰ̃δον οἱ ὀφθαλμοί μου ὅτι ἐγευσάμην βραχὺ του̃ μέλιτος τούτου
30 ἀλλ' ὅτι εἰ ἔφαγεν ἔσθων ὁ λαὸς σήμερον τω̃ν σκύλων τω̃ν ἐχθρω̃ν αὐτω̃ν ὡ̃ν εὑ̃ρεν ὅτι νυ̃ν ἂν μείζων ἠ̃ν ἡ πληγὴ ἐν τοι̃ς ἀλλοφύλοις
31 καὶ ἐπάταξεν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐκ τω̃ν ἀλλοφύλων ἐν Μαχεμας καὶ ἐκοπίασεν ὁ λαὸς σφόδρα
32 καὶ ἐκλίθη ὁ λαὸς εἰς τὰ σκυ̃λα καὶ ἔλαβεν ὁ λαὸς ποίμνια καὶ βουκόλια καὶ τέκνα βοω̃ν καὶ ἔσφαξεν ἐπὶ τὴν γη̃ν καὶ ἤσθιεν ὁ λαὸς σὺν τω̨̃ αἵματι
33 καὶ ἀπηγγέλη τω̨̃ Σαουλ λέγοντες ἡμάρτηκεν ὁ λαὸς τω̨̃ κυρίω̨ φαγὼν σὺν τω̨̃ αἵματι καὶ εἰ̃πεν Σαουλ ἐν Γεθθεμ κυλίσατέ μοι λίθον ἐνταυ̃θα μέγαν
34 καὶ εἰ̃πεν Σαουλ διασπάρητε ἐν τω̨̃ λαω̨̃ καὶ εἴπατε αὐτοι̃ς προσαγαγει̃ν ἐνταυ̃θα ἕκαστος τὸν μόσχον αὐτου̃ καὶ ἕκαστος τὸ πρόβατον αὐτου̃ καὶ σφαζέτω ἐπὶ τούτου καὶ οὐ μὴ ἁμάρτητε τω̨̃ κυρίω̨ του̃ ἐσθίειν σὺν τω̨̃ αἵματι καὶ προση̃γεν πα̃ς ὁ λαὸς ἕκαστος τὸ ἐν τη̨̃ χειρὶ αὐτου̃ καὶ ἔσφαζον ἐκει̃
35 καὶ ὠ̨κοδόμησεν ἐκει̃ Σαουλ θυσιαστήριον τω̨̃ κυρίω̨ του̃το ἤρξατο Σαουλ οἰκοδομη̃σαι θυσιαστήριον τω̨̃ κυρίω̨
36 καὶ εἰ̃πεν Σαουλ καταβω̃μεν ὀπίσω τω̃ν ἀλλοφύλων τὴν νύκτα καὶ διαρπάσωμεν ἐν αὐτοι̃ς ἕως διαφαύση̨ ἡ ἡμέρα καὶ μὴ ὑπολίπωμεν ἐν αὐτοι̃ς ἄνδρα καὶ εἰ̃παν πα̃ν τὸ ἀγαθὸν ἐνώπιόν σου ποίει καὶ εἰ̃πεν ὁ ἱερεύς προσέλθωμεν ἐνταυ̃θα πρὸς τὸν θεόν
37 καὶ ἐπηρώτησεν Σαουλ τὸν θεόν εἰ καταβω̃ ὀπίσω τω̃ν ἀλλοφύλων εἰ παραδώσεις αὐτοὺς εἰς χει̃ρας Ισραηλ καὶ οὐκ ἀπεκρίθη αὐτω̨̃ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨
38 καὶ εἰ̃πεν Σαουλ προσαγάγετε ἐνταυ̃θα πάσας τὰς γωνίας του̃ Ισραηλ καὶ γνω̃τε καὶ ἴδετε ἐν τίνι γέγονεν ἡ ἁμαρτία αὕτη σήμερον
39 ὅτι ζη̨̃ κύριος ὁ σώσας τὸν Ισραηλ ὅτι ἐὰν ἀποκριθη̨̃ κατὰ Ιωναθαν του̃ υἱου̃ μου θανάτω̨ ἀποθανει̃ται καὶ οὐκ ἠ̃ν ὁ ἀποκρινόμενος ἐκ παντὸς του̃ λαου̃
40 καὶ εἰ̃πεν παντὶ Ισραηλ ὑμει̃ς ἔσεσθε εἰς δουλείαν καὶ ἐγὼ καὶ Ιωναθαν ὁ υἱός μου ἐσόμεθα εἰς δουλείαν καὶ εἰ̃πεν ὁ λαὸς πρὸς Σαουλ τὸ ἀγαθὸν ἐνώπιόν σου ποίει
41 καὶ εἰ̃πεν Σαουλ κύριε ὁ θεὸς Ισραηλ τί ὅτι οὐκ ἀπεκρίθης τω̨̃ δούλω̨ σου σήμερον εἰ ἐν ἐμοὶ ἢ ἐν Ιωναθαν τω̨̃ υἱω̨̃ μου ἡ ἀδικία κύριε ὁ θεὸς Ισραηλ δὸς δήλους καὶ ἐὰν τάδε εἴπη̨ς ἐν τω̨̃ λαω̨̃ σου Ισραηλ δὸς δὴ ὁσιότητα καὶ κληρου̃ται Ιωναθαν καὶ Σαουλ καὶ ὁ λαὸς ἐξη̃λθεν
42 καὶ εἰ̃πεν Σαουλ βάλετε ἀνὰ μέσον ἐμου̃ καὶ ἀνὰ μέσον Ιωναθαν του̃ υἱου̃ μου ὃν ἂν κατακληρώσηται κύριος ἀποθανέτω καὶ εἰ̃πεν ὁ λαὸς πρὸς Σαουλ οὐκ ἔστιν τὸ ῥη̃μα του̃το καὶ κατεκράτησεν Σαουλ του̃ λαου̃ καὶ βάλλουσιν ἀνὰ μέσον αὐτου̃ καὶ ἀνὰ μέσον Ιωναθαν του̃ υἱου̃ αὐτου̃ καὶ κατακληρου̃ται Ιωναθαν
43 καὶ εἰ̃πεν Σαουλ πρὸς Ιωναθαν ἀπάγγειλόν μοι τί πεποίηκας καὶ ἀπήγγειλεν αὐτω̨̃ Ιωναθαν καὶ εἰ̃πεν γευσάμενος ἐγευσάμην ἐν ἄκρω̨ τω̨̃ σκήπτρω̨ τω̨̃ ἐν τη̨̃ χειρί μου βραχὺ μέλι ἰδοὺ ἐγὼ ἀποθνή̨σκω
44 καὶ εἰ̃πεν αὐτω̨̃ Σαουλ τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη ὅτι θανάτω̨ ἀποθανη̨̃ σήμερον
45 καὶ εἰ̃πεν ὁ λαὸς πρὸς Σαουλ εἰ σήμερον θανατωθήσεται ὁ ποιήσας τὴν σωτηρίαν τὴν μεγάλην ταύτην ἐν Ισραηλ ζη̨̃ κύριος εἰ πεσει̃ται τη̃ς τριχὸς τη̃ς κεφαλη̃ς αὐτου̃ ἐπὶ τὴν γη̃ν ὅτι ὁ λαὸς του̃ θεου̃ ἐποίησεν τὴν ἡμέραν ταύτην καὶ προσηύξατο ὁ λαὸς περὶ Ιωναθαν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ οὐκ ἀπέθανεν
46 καὶ ἀνέβη Σαουλ ἀπὸ ὄπισθεν τω̃ν ἀλλοφύλων καὶ οἱ ἀλλόφυλοι ἀπη̃λθον εἰς τὸν τόπον αὐτω̃ν
47 καὶ Σαουλ κατακληρου̃ται ἔργον ἐπὶ Ισραηλ καὶ ἐπολέμει κύκλω̨ πάντας τοὺς ἐχθροὺς αὐτου̃ εἰς τὸν Μωαβ καὶ εἰς τοὺς υἱοὺς Αμμων καὶ εἰς τοὺς υἱοὺς Εδωμ καὶ εἰς τὸν Βαιθεωρ καὶ εἰς βασιλέα Σουβα καὶ εἰς τοὺς ἀλλοφύλους οὑ̃ ἂν ἐστράφη ἐσώ̨ζετο
48 καὶ ἐποίησεν δύναμιν καὶ ἐπάταξεν τὸν Αμαληκ καὶ ἐξείλατο τὸν Ισραηλ ἐκ χειρὸς τω̃ν καταπατούντων αὐτόν
49 καὶ ἠ̃σαν υἱοὶ Σαουλ Ιωναθαν καὶ Ιεσσιου καὶ Μελχισα καὶ ὀνόματα τω̃ν δύο θυγατέρων αὐτου̃ ὄνομα τη̨̃ πρωτοτόκω̨ Μεροβ καὶ ὄνομα τη̨̃ δευτέρα̨ Μελχολ
50 καὶ ὄνομα τη̨̃ γυναικὶ αὐτου̃ Αχινοομ θυγάτηρ Αχιμαας καὶ ὄνομα τω̨̃ ἀρχιστρατήγω̨ Αβεννηρ υἱὸς Νηρ υἱου̃ οἰκείου Σαουλ
51 καὶ Κις πατὴρ Σαουλ καὶ Νηρ πατὴρ Αβεννηρ υἱὸς Ιαμιν υἱου̃ Αβιηλ
52 καὶ ἠ̃ν ὁ πόλεμος κραταιὸς ἐπὶ τοὺς ἀλλοφύλους πάσας τὰς ἡμέρας Σαουλ καὶ ἰδὼν Σαουλ πάντα ἄνδρα δυνατὸν καὶ πάντα ἄνδρα υἱὸν δυνάμεως καὶ συνήγαγεν αὐτοὺς πρὸς αὐτόν

ΒΑΣΙΛΕΙΩΝ Α, κεφαλίς 15

1 καὶ εἰ̃πεν Σαμουηλ πρὸς Σαουλ ἐμὲ ἀπέστειλεν κύριος χρι̃σαί σε εἰς βασιλέα ἐπὶ Ισραηλ καὶ νυ̃ν ἄκουε τη̃ς φωνη̃ς κυρίου
2 τάδε εἰ̃πεν κύριος σαβαωθ νυ̃ν ἐκδικήσω ἃ ἐποίησεν Αμαληκ τω̨̃ Ισραηλ ὡς ἀπήντησεν αὐτω̨̃ ἐν τη̨̃ ὁδω̨̃ ἀναβαίνοντος αὐτου̃ ἐξ Αἰγύπτου
3 καὶ νυ̃ν πορεύου καὶ πατάξεις τὸν Αμαληκ καὶ Ιεριμ καὶ πάντα τὰ αὐτου̃ καὶ οὐ περιποιήση̨ ἐξ αὐτου̃ καὶ ἐξολεθρεύσεις αὐτὸν καὶ ἀναθεματιει̃ς αὐτὸν καὶ πάντα τὰ αὐτου̃ καὶ οὐ φείση̨ ἀπ' αὐτου̃ καὶ ἀποκτενει̃ς ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς καὶ ἀπὸ νηπίου ἕως θηλάζοντος καὶ ἀπὸ μόσχου ἕως προβάτου καὶ ἀπὸ καμήλου ἕως ὄνου
4 καὶ παρήγγειλεν Σαουλ τω̨̃ λαω̨̃ καὶ ἐπισκέπτεται αὐτοὺς ἐν Γαλγαλοις τετρακοσίας χιλιάδας ταγμάτων καὶ τὸν Ιουδαν τριάκοντα χιλιάδας ταγμάτων
5 καὶ ἠ̃λθεν Σαουλ ἕως τω̃ν πόλεων Αμαληκ καὶ ἐνήδρευσεν ἐν τω̨̃ χειμάρρω̨
6 καὶ εἰ̃πεν Σαουλ πρὸς τὸν Κιναι̃ον ἄπελθε καὶ ἔκκλινον ἐκ μέσου του̃ Αμαληκίτου μὴ προσθω̃ σε μετ' αὐτου̃ καὶ σὺ ἐποίησας ἔλεος μετὰ τω̃ν υἱω̃ν Ισραηλ ἐν τω̨̃ ἀναβαίνειν αὐτοὺς ἐξ Αἰγύπτου καὶ ἐξέκλινεν ὁ Κιναι̃ος ἐκ μέσου Αμαληκ
7 καὶ ἐπάταξεν Σαουλ τὸν Αμαληκ ἀπὸ Ευιλατ ἕως Σουρ ἐπὶ προσώπου Αἰγύπτου
8 καὶ συνέλαβεν τὸν Αγαγ βασιλέα Αμαληκ ζω̃ντα καὶ πάντα τὸν λαὸν Ιεριμ ἀπέκτεινεν ἐν στόματι ῥομφαίας
9 καὶ περιεποιήσατο Σαουλ καὶ πα̃ς ὁ λαὸς τὸν Αγαγ ζω̃ντα καὶ τὰ ἀγαθὰ τω̃ν ποιμνίων καὶ τω̃ν βουκολίων καὶ τω̃ν ἐδεσμάτων καὶ τω̃ν ἀμπελώνων καὶ πάντων τω̃ν ἀγαθω̃ν καὶ οὐκ ἐβούλετο αὐτὰ ἐξολεθρευ̃σαι καὶ πα̃ν ἔργον ἠτιμωμένον καὶ ἐξουδενωμένον ἐξωλέθρευσαν
10 καὶ ἐγενήθη ῥη̃μα κυρίου πρὸς Σαμουηλ λέγων
11 παρακέκλημαι ὅτι ἐβασίλευσα τὸν Σαουλ εἰς βασιλέα ὅτι ἀπέστρεψεν ἀπὸ ὄπισθέν μου καὶ τοὺς λόγους μου οὐκ ἐτήρησεν καὶ ἠθύμησεν Σαμουηλ καὶ ἐβόησεν πρὸς κύριον ὅλην τὴν νύκτα
12 καὶ ὤρθρισεν Σαμουηλ καὶ ἐπορεύθη εἰς ἀπάντησιν Ισραηλ πρωί καὶ ἀπηγγέλη τω̨̃ Σαμουηλ λέγοντες ἥκει Σαουλ εἰς Κάρμηλον καὶ ἀνέστακεν αὐτω̨̃ χει̃ρα καὶ ἐπέστρεψεν τὸ ἅρμα καὶ κατέβη εἰς Γαλγαλα πρὸς Σαουλ καὶ ἰδοὺ αὐτὸς ἀνέφερεν ὁλοκαύτωσιν τω̨̃ κυρίω̨ τὰ πρω̃τα τω̃ν σκύλων ὡ̃ν ἤνεγκεν ἐξ Αμαληκ
13 καὶ παρεγένετο Σαμουηλ πρὸς Σαουλ καὶ εἰ̃πεν αὐτω̨̃ Σαουλ εὐλογητὸς σὺ τω̨̃ κυρίω̨ ἔστησα πάντα ὅσα ἐλάλησεν κύριος
14 καὶ εἰ̃πεν Σαμουηλ καὶ τίς ἡ φωνὴ του̃ ποιμνίου τούτου ἐν τοι̃ς ὠσίν μου καὶ φωνὴ τω̃ν βοω̃ν ὡ̃ν ἐγὼ ἀκούω
15 καὶ εἰ̃πεν Σαουλ ἐξ Αμαληκ ἤνεγκα αὐτά ἃ περιεποιήσατο ὁ λαός τὰ κράτιστα του̃ ποιμνίου καὶ τω̃ν βοω̃ν ὅπως τυθη̨̃ τω̨̃ κυρίω̨ θεω̨̃ σου καὶ τὰ λοιπὰ ἐξωλέθρευσα
16 καὶ εἰ̃πεν Σαμουηλ πρὸς Σαουλ ἄνες καὶ ἀπαγγελω̃ σοι ἃ ἐλάλησεν κύριος πρός με τὴν νύκτα καὶ εἰ̃πεν αὐτω̨̃ λάλησον
17 καὶ εἰ̃πεν Σαμουηλ πρὸς Σαουλ οὐχὶ μικρὸς σὺ εἰ̃ ἐνώπιον αὐτου̃ ἡγούμενος σκήπτρου φυλη̃ς Ισραηλ καὶ ἔχρισέν σε κύριος εἰς βασιλέα ἐπὶ Ισραηλ
18 καὶ ἀπέστειλέν σε κύριος ἐν ὁδω̨̃ καὶ εἰ̃πέν σοι πορεύθητι καὶ ἐξολέθρευσον τοὺς ἁμαρτάνοντας εἰς ἐμέ τὸν Αμαληκ καὶ πολεμήσεις αὐτούς ἕως συντελέση̨ς αὐτούς
19 καὶ ἵνα τί οὐκ ἤκουσας τη̃ς φωνη̃ς κυρίου ἀλλ' ὥρμησας του̃ θέσθαι ἐπὶ τὰ σκυ̃λα καὶ ἐποίησας τὸ πονηρὸν ἐνώπιον κυρίου
20 καὶ εἰ̃πεν Σαουλ πρὸς Σαμουηλ διὰ τὸ ἀκου̃σαί με τη̃ς φωνη̃ς του̃ λαου̃ καὶ ἐπορεύθην ἐν τη̨̃ ὁδω̨̃ ἡ̨̃ ἀπέστειλέν με κύριος καὶ ἤγαγον τὸν Αγαγ βασιλέα Αμαληκ καὶ τὸν Αμαληκ ἐξωλέθρευσα
21 καὶ ἔλαβεν ὁ λαὸς τω̃ν σκύλων ποίμνια καὶ βουκόλια τὰ πρω̃τα του̃ ἐξολεθρεύματος θυ̃σαι ἐνώπιον κυρίου θεου̃ ἡμω̃ν ἐν Γαλγαλοις
22 καὶ εἰ̃πεν Σαμουηλ εἰ θελητὸν τω̨̃ κυρίω̨ ὁλοκαυτώματα καὶ θυσίαι ὡς τὸ ἀκου̃σαι φωνη̃ς κυρίου ἰδοὺ ἀκοὴ ὑπὲρ θυσίαν ἀγαθὴ καὶ ἡ ἐπακρόασις ὑπὲρ στέαρ κριω̃ν
23 ὅτι ἁμαρτία οἰώνισμά ἐστιν ὀδύνην καὶ πόνους θεραφιν ἐπάγουσιν ὅτι ἐξουδένωσας τὸ ῥη̃μα κυρίου καὶ ἐξουδενώσει σε κύριος μὴ εἰ̃ναι βασιλέα ἐπὶ Ισραηλ
24 καὶ εἰ̃πεν Σαουλ πρὸς Σαμουηλ ἡμάρτηκα ὅτι παρέβην τὸν λόγον κυρίου καὶ τὸ ῥη̃μά σου ὅτι ἐφοβήθην τὸν λαὸν καὶ ἤκουσα τη̃ς φωνη̃ς αὐτω̃ν
25 καὶ νυ̃ν ἀ̃ρον δὴ τὸ ἁμάρτημά μου καὶ ἀνάστρεψον μετ' ἐμου̃ καὶ προσκυνήσω κυρίω̨ τω̨̃ θεω̨̃ σου
26 καὶ εἰ̃πεν Σαμουηλ πρὸς Σαουλ οὐκ ἀναστρέφω μετὰ σου̃ ὅτι ἐξουδένωσας τὸ ῥη̃μα κυρίου καὶ ἐξουδενώσει σε κύριος του̃ μὴ εἰ̃ναι βασιλέα ἐπὶ τὸν Ισραηλ
27 καὶ ἀπέστρεψεν Σαμουηλ τὸ πρόσωπον αὐτου̃ του̃ ἀπελθει̃ν καὶ ἐκράτησεν Σαουλ του̃ πτερυγίου τη̃ς διπλοΐδος αὐτου̃ καὶ διέρρηξεν αὐτό
28 καὶ εἰ̃πεν πρὸς αὐτὸν Σαμουηλ διέρρηξεν κύριος τὴν βασιλείαν Ισραηλ ἐκ χειρός σου σήμερον καὶ δώσει αὐτὴν τω̨̃ πλησίον σου τω̨̃ ἀγαθω̨̃ ὑπὲρ σέ
29 καὶ διαιρεθήσεται Ισραηλ εἰς δύο καὶ οὐκ ἀποστρέψει οὐδὲ μετανοήσει ὅτι οὐχ ὡς ἄνθρωπός ἐστιν του̃ μετανοη̃σαι αὐτός
30 καὶ εἰ̃πεν Σαουλ ἡμάρτηκα ἀλλὰ δόξασόν με δὴ ἐνώπιον πρεσβυτέρων Ισραηλ καὶ ἐνώπιον λαου̃ μου καὶ ἀνάστρεψον μετ' ἐμου̃ καὶ προσκυνήσω τω̨̃ κυρίω̨ θεω̨̃ σου
31 καὶ ἀνέστρεψεν Σαμουηλ ὀπίσω Σαουλ καὶ προσεκύνησεν τω̨̃ κυρίω̨
32 καὶ εἰ̃πεν Σαμουηλ προσαγάγετέ μοι τὸν Αγαγ βασιλέα Αμαληκ καὶ προση̃λθεν πρὸς αὐτὸν Αγαγ τρέμων καὶ εἰ̃πεν Αγαγ εἰ οὕτως πικρὸς ὁ θάνατος
33 καὶ εἰ̃πεν Σαμουηλ πρὸς Αγαγ καθότι ἠτέκνωσεν γυναι̃κας ἡ ῥομφαία σου οὕτως ἀτεκνωθήσεται ἐκ γυναικω̃ν ἡ μήτηρ σου καὶ ἔσφαξεν Σαμουηλ τὸν Αγαγ ἐνώπιον κυρίου ἐν Γαλγαλ
34 καὶ ἀπη̃λθεν Σαμουηλ εἰς Αρμαθαιμ καὶ Σαουλ ἀνέβη εἰς τὸν οἰ̃κον αὐτου̃ εἰς Γαβαα
35 καὶ οὐ προσέθετο Σαμουηλ ἔτι ἰδει̃ν τὸν Σαουλ ἕως ἡμέρας θανάτου αὐτου̃ ὅτι ἐπένθει Σαμουηλ ἐπὶ Σαουλ καὶ κύριος μετεμελήθη ὅτι ἐβασίλευσεν τὸν Σαουλ ἐπὶ Ισραηλ
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).