ΜΑΚΚΑΒΑΊΩΝ Α,
κεφαλίς 1,
στἰχοι 41-42, 44-50
41 καὶ ἔγραψεν ὁ βασιλεὺς πάση̨ τη̨̃ βασιλεία̨ αὐτου̃ εἰ̃ναι πάντας εἰς λαὸν ἕνα |
42 καὶ ἐγκαταλιπει̃ν ἕκαστον τὰ νόμιμα αὐτου̃ καὶ ἐπεδέξαντο πάντα τὰ ἔθνη κατὰ τὸν λόγον του̃ βασιλέως ... |
44 καὶ ἀπέστειλεν ὁ βασιλεὺς βιβλία ἐν χειρὶ ἀγγέλων εἰς Ιερουσαλημ καὶ τὰς πόλεις Ιουδα πορευθη̃ναι ὀπίσω νομίμων ἀλλοτρίων τη̃ς γη̃ς |
45 καὶ κωλυ̃σαι ὁλοκαυτώματα καὶ θυσίαν καὶ σπονδὴν ἐκ του̃ ἁγιάσματος καὶ βεβηλω̃σαι σάββατα καὶ ἑορτὰς |
46 καὶ μια̃ναι ἁγίασμα καὶ ἁγίους |
47 οἰκοδομη̃σαι βωμοὺς καὶ τεμένη καὶ εἰδώλια καὶ θύειν ὕεια καὶ κτήνη κοινὰ |
48 καὶ ἀφιέναι τοὺς υἱοὺς αὐτω̃ν ἀπεριτμήτους βδελύξαι τὰς ψυχὰς αὐτω̃ν ἐν παντὶ ἀκαθάρτω̨ καὶ βεβηλώσει |
49 ὥστε ἐπιλαθέσθαι του̃ νόμου καὶ ἀλλάξαι πάντα τὰ δικαιώματα |
50 καὶ ὃς ἂν μὴ ποιήση̨ κατὰ τὸν λόγον του̃ βασιλέως ἀποθανει̃ται |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.